Περὶ ὑπακοῆς. Παραίνεσις θʹ Καὶ περὶ τοῦ χρόνου μὴ ὀλιγώρει· τισὶ γὰρ ὑποβάλλει ὁ Ἐχθρὸς ἐπιθυμίαν εἰς τὸ σχῆμα παρὰ τὸν καιρόν, ὅπως, μὴ φέρων ὁ ἀδελφὸς τὸ λεῖον τῆς ἡδονῆς, φύγῃ τὸ στάδιον. Σὺ δέ, ἀγαπητέ, ὡς τῷ Θεῷ ἀρέσαι σπουδάζων, μακροθύμησον· τοῦ Ἀποστόλου λέγοντος, ἐὰν καὶ δύνῃ ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. Ἔμβλεψον δὲ εἰς τὰς ἀρχαίας γενεάς, καὶ ἴδε, ὅτι οἱ ἅγιοι πάντες διὰ μακροθυμίας καὶ ὑπομονῆς ἐπέτυχον ἐπαγγελιῶν. Παρακαλέσωμεν οὖν ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ὅπως συγκληρονόμοι αὐτῶν εὑρεθῶμεν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Πρῶτον μὲν ὁ πατριάρχης Ἰακώβ, οὐκ ἔτη δεκατέσσαρα ἐδούλευσε διὰ Ῥαχήλ, Λάβαν τῷ Σύρῳ ἐν τῇ Μεσοποταμίᾳ, ἐν τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός; Ὁμοίως δὲ καὶ Ἰωσήφ, ὁ ἠγαπημένος, οὐκ ἔτη ἱκανὰ ἐδούλευσεν ἐν γῇ ἀλλοτρίᾳ; Καὶ γὰρ γέγραπται· καὶ ἦν Ἰωσὴφ ἐτῶν δέκα ἑπτὰ ποιμαίνων τὰ πρόβατα μετὰ τῶν ἀδελφῶν αὑτοῦ. Καὶ πάλιν λέγει· καὶ ἦν Ἰωσὴφ ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐνώπιον Φαραώ. Ὁμοίως δὲ καὶ Μωυσῆς ὁ θεράπων Κυρίου τεσσαράκοντα ἔτη παρῴκησεν ἐν γῇ Μαδιάμ. Καὶ οἱ υἱοὶ Ἰσραὴλ διὰ τεσσαράκοντα ἐτῶν εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Ὁμοίως δὲ καὶ Δανιήλ, ὁ ἐνάρετος ἀνήρ, μετὰ καὶ τῶν τριῶν παίδων, τῶν τὴν κάμινον δρόσον ἐργασαμένων διὰ τῆς πίστεως, ὑπέμειναν δουλείαν καὶ θλίψεις καὶ ὀνειδισμοὺς ἐν γῇ ἀλλοτρίᾳ, διὸ καὶ ἐσώθησαν.