Λῃστὴς αὐτοὺς ἂν ἴδῃ, εὐθὺς πίπτων προσκυνεῖ, ἐπειδὴ σταυρὸν ἀεί εἰσιν ἐστολισμένοι. Ὅταν ἄγρια ζῷα σάκκους τούτων ἴδωσιν, εὐθέως ἀφίστανται, μέγα θαῦμα ὁρῶντα. Πᾶν ἑρπετὸν πατοῦσιν ἐν τοῖς ἑαυτῶν ποσίν, ὅτι ὑποδέδενται πίστιν δικαιοσύνης. Ὅταν δὲ αὐτοὺς ἴδῃ Σατανᾶς, εὐθὺς φρίσσει, καὶ βοήσας ὀδύνῃ ἀφίσταται παραυτά· ἐπειδὴ κατέκλασε μυριάδας παγίδων ὀπίσω αὐτῶν ἱστῶν καὶ οὐδόλως ἴσχυσεν ἀδικῆσαι δικαίους. Οὔτε γὰρ ἦσαν χαῦνοι ὡς ἡμεῖς οἱ ἄφρονες, ἀλλὰ γενναίως πάντες ἐπολέμουν Ἐχθρόν, ἕως ὅτου εἰς τέλος συνέτριψαν Σατανᾶν ὑπὸ τοὺς πόδας αὑτῶν· διὸ ἐξουδένωσαν τὰς ἐπιβουλὰς αὐτοῦ καὶ οὐκ ἐδειλιώθησαν πάσας μηχανὰς αὐτοῦ. Πλοῦτον αὐτοῖς ἂν δείξῃ, οὐδὲν αὐτὸν ἡγοῦνται, ἀλλὰ ἐξουδενώσαντες, ὥσπερ πέτρας πατοῦσιν· ἔχουσι γὰρ τὸν πλοῦτον ἐν τοῖς οὐρανοῖς μετ᾽ ἁγίων ἀγγέλων. Πεῖνα αὐτοὺς οὐ θλίβει, εἰσὶ γὰρ πεπληρωμένοι ἐκ τοῦ ἄρτου τῆς ζωῆς, Χριστοῦ, καταβαίνοντος ἐξ ἁγίων οὐρανῶν. Ὁμοίως δὲ καὶ ἡ δίψα οὐ καταφλέγει αὐτούς, ὅτι ἀεὶ ἔχουσιν ἐν τῇ ἑαυτῶν ψυχῇ ὁμοίως καὶ τῇ γλώσσῃ Χριστόν, τὴν ζῶσαν πηγήν. Ὁ πονηρὸς Σατανᾶς ταράξαι οὐ δύναται ἑνὸς αὐτῶν λογισμόν, ὅτι ἐπὶ τὴν πέτραν θεμέλιον τέθεικαν. Οἰκοῦσιν ἐν σπηλαίοις, ὁμοίως δὲ καὶ νάπαις, ὥσπερ ἐν κουβουκλίοις. Τὰ δὲ ὄρη καὶ βουνά, ἅπερ κύκλῳ ἔχουσιν, οὕτως ταῦτα ποθοῦσιν, ὥσπερ τείχη ὑψηλά.