Οἴμοι τῷ ἁμαρτωλῷ, ὅτι μόνος ἐγὼ ἐτραυματίσθην. Οἴμοι ὅτι καθαρόν με ἐποίησας, Δέσποτα, κἀγὼ τῇ ἀμελείᾳ μου ἐμαυτὸν κατερρύπωσα ἐν ἁμαρτίαις. Ἰσότιμος Ἀγγέλων ὑπάρχων, ἐμαυτὸν ἐσμίκρυνα. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, ἐπλήθυναν, καὶ οὐκ ἔστι πέρας ἐν τῷ πλήθει αὐτῶν. Πῶς δὲ ἱκετεύσω σε, Σωτήρ μου, ὅτι τὸ στόμα μου ἐπλήρωσα λοιδορίας; Ἢ πῶς ὑμνήσω σε, ὅτι ἡ συνείδησίς μου μεμόλυται; Ἢ πῶς ἀγαπήσω σε, ὅτι τοῦ μίσους πεπλήρωμαι; Ἢ πῶς οἰκήσει ἐν ἐμοὶ ἡ ἀλήθεια, ὅτι τῷ ψεύδει ἐμαυτὸν καθώπλισα; Ἢ πῶς ἐπικαλέσομαί σε, ὅτι τὰς ἐντολάς σου οὐκ ἐφύλαξα; Ἀλλ᾽ αὐτὸς ἀψευδὴς ὑπάρχων, μὴ ὑπερίδῃς με τὸν ἐξουθενημένον· μὴ ἀπορρίψῃς με τὸν ἐβδελυγμένον· μὴ ἐγκαταλίπῃς με τὸν ἀπηλπισμένον. Σφόδρα γὰρ τέρπεται ὁ Ἐχθρός μου, ὅταν βλέπῃ ὅτι ἑαυτοῦ ἀπογινώσκω· ἐν τούτῳ γὰρ μόνῳ ἀγάλλεται, ἵνα διὰ τῆς ἀπογνώσεως ἴδῃ με αἰχμάλωτον. Ἀλλ᾽ αὐτὸς τῇ εὐσπλαγχνίᾳ σου καταίσχυνον αὐτοῦ τὴν ἐλπίδα, καὶ ἔκσπασόν με τῶν ὀδόντων αὐτοῦ καὶ τῆς κακοτέχνου γνώμης, καὶ ὅλης αὐτοῦ τῆς κατ᾽ ἐμοῦ κινουμένης ἐνεργείας.