Ἔργον
Ἐφραίμ ὁ Σύρος – Πρὸς τὸν μοναχὸν ἀρχάριον
Προοίμιο και αφορμή της συγγραφής
Εισαγωγικά σχόλια του συγγραφέα προς τον νεόφυτο μοναχό που ζήτησε πνευματική καθοδήγηση.
منصة لقراءة النصوص الآبائية والكتابية والبحث فيها واستكشافها
اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.
استخدام القارئ
بحث سريع ابحث مباشرة عن مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.
اختيار مفصّل اختر مصدرًا، ثم مؤلفًا أو مؤلَّفًا أو فصلًا أو مقطعًا كتابيًا.
أدوات الدراسة أثناء القراءة، يمكنك استخدام الترجمات والإشارات المرجعية والملاحظات وإعدادات المظهر الشخصية.
Ἔργον
Προοίμιο και αφορμή της συγγραφής
Εισαγωγικά σχόλια του συγγραφέα προς τον νεόφυτο μοναχό που ζήτησε πνευματική καθοδήγηση.
Συμβουλία περὶ πνευματικοῦ βίου πρὸς νεόφυτον μοναχόν κεφαλαὶ ἐνενήκοντα ἕξ αʹ. ἐπῄνεσά σου τὴν πίστιν καὶ τὴν σπουδήν, πῶς παρὰ ἁμαρτωλοῦ ᾐτήσω ἀκοῦσαί τι τῶν λυσιτελούντων τῷ σῷ ἐπαγγέλματι, καθότι οὐχ ἅπαξ, οὐ δὶς ὤχλησας περὶ τούτου. Καὶ τοῦτο τεκμήριον ἐναρέτου ψυχῆς.
Ἐμοὶ δὲ ὄκνον ἐμποιεῖ ἡ τῶν πράξεών μου ἀνομοιότης· ὁ γὰρ βρῶμος αὐτῶν ἀφόρητος. Πάλιν δὲ κατακάμπτει με πρὸς ὑπακοὴν τὸ οὕτω σε γλίχεσθαι ἀκοῦσαι λόγον περὶ φόβου Θεοῦ. Οἱ γὰρ τὰ πνευματικὰ μετερχόμενοι τοὺς περὶ ἀρετῆς ἐγγυμνάζοντας λόγους ἐγγλυκαίνονται, οἱ δὲ πρὸς τὸν ἐμπαθῆ βίον νενευκότες περὶ πνευματικῶν ἀκούειν οὐκ ἀνέχονται, ἀλλὰ διασύρονται, καὶ τὸν λέγοντα ἀπωθοῦνται. Περὶ δὲ παθῶν καὶ ἡδονῶν ὁμιλοῦντες οὐ κορέννυνται, ἀλλ᾽ αἱροῦνται τροφῆς καὶ τοῦ ὕπνου στερηθῆναι μᾶλλον ἢ τῆς τοιαύτης ἀδολεσχίας διδόναι πέρας.
المؤلَّف
النص
يفتح المقطع ذا الصلة في نافذة جديدة.