Τάδε ἔνεστι καὶ ἐν τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου, πέμπτῳ δὲ ὄντι κατὰ τὸν προειρημένον ἀριθμόν, ἐν ᾧ εἰσιν αἱρέσεις πέντε οὕτως· 〈ξε〉. 〈Παυλιανισταὶ ἀπὸ〉 Παύλου τοῦ Σαμοσατέως ἐπισκόπου γενομένου Ἀντιοχείας τῆς μεγάλης. οὗτος ἀνύπαρκτον τὸν Χριστὸν ὀλίγου δεῖν διαβεβαιοῦται, λόγον προφορικὸν αὐτὸν σχηματίσας, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο εἶναι, προκαταγγελτικῶς τὰ περὶ αὐτοῦ ἐν ταῖς θείαις γραφαῖς εἰρημένα ἔχοντα, μὴ προόντα δέ, ἀλλὰ ἀπὸ Μαρίας καὶ δεῦρο διὰ τῆς ἐνσάρκου παρουσίας 〈γεγονότα〉. 〈ξϛ〉. Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, οἱ τοῦ Μάνη μαθηταὶ τοῦ Πέρσου, Χριστὸν σχήματι λέγοντες, ἥλιον δὲ σέβοντες καὶ σελήνην, ἄστροις τε καὶ δυνάμεσι καὶ δαίμοσιν εὐχόμενοι, ἀρχὰς δύο εἰσάγοντες, πονηράν τε καὶ ἀγαθήν, ἀεὶ οὔσας· Χριστὸν δὲ δοκήσει πεφηνέναι καὶ δοκήσει πεπονθέναι· παλαιὰν διαθήκην βλασφημοῦντες καὶ τὸν ἐν αὐτῇ λαλήσαντα θεόν, κόσμον δὲ οὐ τὸν πάντα, ἀλλὰ μέρος ἐκ θεοῦ γεγενῆσθαι ὁριζόμενοι. 〈ξζ〉. Ἱερακῖται, οἱ ἀπὸ Ἱέρακος τοῦ Λεοντοπολίτου τῆς Αἰγύπτου, ἐξηγητοῦ τινος, σαρκὸς ἀνάστασιν ἀθετοῦντες, χρώμενοι δὲ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, καὶ ἀπαγορεύοντες γάμον παντελῶς, μονάζοντας δὲ καὶ παρθένους δεχόμενοι καὶ ἐγκρατευομένους καὶ χήρους. τὰ δὲ μηδέπω ἐν ἡλικίᾳ γεγονότα παιδία βασιλείας μὴ μετέχειν διὰ τὸ μὴ ἠθληκέναι. 〈ξη〉.