Διὰ τί ἀναγινώσκετε, καὶ οὐκ ἐπιγινώσκετε; Τί γάρ φησιν ἡ θεία Γραφή; Καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν· τὸ δὲ, ὡς εἰς τὸν οὐρανὸν, ἀμφίβολον ἔχει τὴν ἔννοιαν· τὸ δὲ, εἰς τὸν οὐρανὸν, τρανὴν δείκνυσι τὴν ἀλήθειαν. Ὅτι δὲ οὔτε Ἠλίας, οὔτε ἕτερός τις ἀνέβη εἰς τὸν οὐρανὸν, εἰ μὴ μόνος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, αὐτὸς περὶ ἑαυτοῦ πάντας πληροφορῶν λέγει· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· ὁ ποιμὴν ὁ καλὸς, ὁ τὰ ἐνενήκοντα ἐννέα τῶν ἀγγέλων πρόβατα καταλιπὼν ἐπὶ τὰ οὐράνια ὄρη, καὶ τὸ πεπλανημένον πρόβατον εὑρηκὼς, καὶ ὤμοις φιλανθρωπίας βαστάζων, καὶ εἰς τὸν οὐράνιον λιμένα ἀνενεγκὼν, τῷ ἰδίῳ Γεννήτορι δωροφορῶν φθέγγεται· Εὗρον, Πάτερ, τὸ πρόβατον τὸ πλανώμενον, ὅπερ ὁ ἀπατεὼν ὄφις δολοτρόποις τεχνάσμασιν ἠπάτησε, καὶ κακίας ὁδοὺς ὑπέδειξε, πηλῷ δὲ τῆς πολυθεΐας τὴν καθαρότητα τῆς θεογνωσίας ἐμόλυνε.