καὶ πύργον οἰκοδομεῖ ἐν μέσῳ〉 τοῦ ἀμπελῶνος, δηλαδὴ τὸν ναόν, ⌜〈καὶ προλήνιον〉 δὲ 〈ὀρύττει ἐν αὐτῷ〉, τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον, πάντα δὲ τὰ παρ᾽ ἑαυτοῦ πεποιηκὼς ὁ κύριος τοῦ ἀμπελῶνος τοὺς καρποὺς λοιπὸν ἐκδέχεται τοὺς ἐπαξίους τῆς τοσαύτης ἐπιμελείας. ὁ δ᾽ ἀντὶ βοτρύων 〈ἀκάνθας ἐποίει,⌝ σαπρίας〉 〈κατὰ τὸν Ἀκύλαν, ἢ 〈ἀτελῆ〉〉 κατὰ τὸν Σύμμαχον. ταῦτα εἰρηκότος τοῦ ἁγίου πνεύματος περὶ τοῦ κυρίου τοῦ ἀμπελῶνος διαλαβὼν ὁ κύριος τὰ ἑξῆς, ἀποτείνεται πρὸς αὐτοὺς τοὺς κρινομένους λέγων· 〈καὶ νῦν, οἱ ἐνοικοῦντες Ἰερουσαλὴμ καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνος〉· εἴ τις γάρ φησιν ἐν ὑμῖν ‹τοῖς ἐκλεκτοῖς, βασιλικοῦ γένους› καὶ ἐκ φυλῆς Ἰούδα ὁρμώμενος, αὐτοὶ δὴ ὑμεῖς οἱ τῆς Ἰερουσαλὴμ πολῖται, περὶ ἧς ὁ πᾶς ἐστί μοι λόγος, κριταὶ γένεσθε τῶν τε ὑπ᾽ ἐμοῦ λελεγμένων καὶ τῆς τοῦ 〈ἀμπελῶνος〉 κακίας, ἀλλὰ καὶ συμβουλεύσατε, τί χρὴ μετὰ τοσαύτην ἐπιμέλειαν 〈ποιῆσαι〉, ἢ τί χρὴ γενέσθαι ὃ οὐ γέγονεν. εἰ δ᾽ ὑμεῖς μηδὲν ἔχετε λέγειν, ἀλλ᾽ ἐμοῦ γε προλέγοντος, ἃ μέλλω πράττειν, ἐπακούσατε. εἰκὸς ὑμᾶς μαθόντας ὠφεληθήσεσθαι καὶ τοιαῦτα πρᾶξαι, ὡς μὴ παθεῖν τὰ ἀπειλούμενα.