Εἰ μὲν γάρ τις, φησὶν, ἐν τῷ θνητῷ βίῳ τὰς κτήσεις καὶ πᾶσαν ὕπαρξιν συνείληχεν, ἀναρτήσας αὐτοῦ τὴν πᾶσαν ἐλπίδα ἐπὶ τὰ παρόντα τοῦ βίου πράγματα, ἐξ ἀνάγκης οἷα δὴ δεσμοῖς τοσούτοις πεπεδημένος, πάντα τὸν αὐτοῦ λογισμὸν καὶ πᾶσαν τὴν διάνοιαν, ἣν δὴ καρδίαν ὠνόμασε, κάτω που πρὸς τῇ γῇ κέκτηται, κἀκεῖ φύρεται καὶ καλινδεῖται, ἔνθα κεκτῆσθαι τὸν αὐτοῦ θησαυρὸν νενόμικεν· εἰ δὲ τοῖς οὐρανίοις μαθήμασιν ἐντραφεὶς πάντα πράττοι, τὸν αὐτοῦ σκοπὸν ἄνω προσαναρτήσας, καὶ τὴν ἐλπίδα ῥίψας ἐπὶ τὰς οὐρανίους ἐπαγγελίας, τοῦ μὲν συνάγειν ἐπὶ γῆς οὐδεμίαν ποιούμενος φροντίδα, τὴν ἄκραν δὲ μετιὼν ἀκτημοσύνην, καὶ ὅλος γινόμενος πρὸς τοῖς κρείττοσιν, ἐν οὐρανῷ τε πάντα συνάγειν, κἀκεῖ τὸν αὐτοῦ πλοῦτον ταμιεύεσθαι, καὶ πᾶσαν τὴν ὕπαρξιν ἐκεῖ προπέμπειν σπουδάζων· εἰκότως ὁ τοιοῦτος ὄνοιτ᾽ ἂν ἐντεῦθεν τῆς ἀγαθῆς ἐλπίδος, τῷ τὴν διάνοιαν καὶ τὸν λογισμὸν οἰκειοῦν ἑαυτοῦ τοῖς οὐρανίοις· ἔνθα γὰρ ἔχει τὸν θησαυρὸν, ἐκεῖ καὶ τὴν διάνοιαν ἕξει· ὡς δοκεῖν μὲν ἐπὶ γῆς παρεπιδημεῖν, καὶ τῷ σώματι μόνῳ συνεῖναι ἀνθρώποις, τῇ δὲ δυνάμει τὰς οὐρανίους ἤδη διατριβὰς μετιέναι· ὥστε ἄνω βλέπειν δεῖ, καὶ τὰς ἐλπίδας ἔχειν, ὅπου καὶ τὸν θησαυρὸν αὐτοῦ συναγήοχεν.