Ἡ δὲ μετὰ ταύτην διὰ τοῦ μαργαρίτου αἰνίττεσθαί μοι δοκεῖ τὸ τιμιώτερον τοῦ δηλωθέντος πλούτου. Εἴη δ᾽ ἂν ἡ θεότης αὐτὴ τοῦ Μονογενοῦς, ἡ πάντων τῶν ἐν τῷ ἀποδοθέντι θησαυρῷ τεταμιευμένων τιμιωτέρα, ἣν ὁ κτησάμενος τῆς ἀνωτάτω μακαριότητος ἠξίωται. Μαργαρίτης δὲ ὠνόμασται εἰκότως ὁ σαρκωθεὶς Θεὸς Λόγος· ἐπεὶ καὶ ὁ μαργαρίτης τοιοῦτος, ἐν σαρκὶ μὲν καὶ ἐν ὀστρέῳ καὶ ἐν ὑγροῖς γεννώμενος, τίμιον δέ τι χρῆμα, καὶ πάντων τῶν ἐν ὑγροῖς σωμάτων τιμαλφέστερον· ἔοικε γοῦν εἶναι τῇ φύσει σῶμα ὑγρὸν, διαυγὲς, θεοειδὲς, φωτὸς καὶ πνεύματος γέμον. Εἴη δ᾽ ἂν καὶ σαρκωθεὶς Λόγος τοιοῦτος, φῶς νοερὸν διὰ θνητοῦ καὶ ὑγροῦ σώματος ἐκλάμψαν. Πολλῶν γε μὴν καὶ ἄλλων μαργαριτῶν ὄντων ἁγίων καὶ θεοφιλῶν, προφητῶν τε καὶ δικαίων ἀνδρῶν, καὶ αὐτῶν ἐν σαρκὶ πεπιλημένων διὰ τὸν ἔνσαρκον τῶν ἀνθρώπων βίον, οὐδεὶς ἕτερος ἢ μόνος εἷς οὗτος ἀληθῶς μονογενὴς καὶ πολυφεγγὴς καὶ πολύτιμος εὕρηται· ὡς καὶ Ἡσαΐαν θεσπίσαι περὶ αὐτοῦ καὶ εἰπεῖν· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.