Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄφθιτος ἔπλετο νύμφη. Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος. ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων, ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ νύξ τε καὶ ἦμαρ καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν μεγάλῳ Ζηνὸς τάδε σώματι κεῖται. τοῦ δή τοι κεφαλὴ[ν] μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται, ταύρεα δ᾽ ἀμφοτέρωθε δύο χρύσεια κέρατα, ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων, ὄμματα δ᾽ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη. νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται οὐδέ τίς 〈ἐστιν〉 αὐδὴ οὔτ᾽ ἐνοπὴ οὔτε κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος· ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα. σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ὄβριμον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθ᾽, ἱερὴ δέ οἱ ἔπλετο νηδὺς γαῖά τε παμμήτειρ᾽ ὀρέων τ᾽ αἰπεινὰ κάρηνα· μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι Τάρταρά τ᾽ εὐρώεντα καὶ ἔσχατα πείρατα γαίης.