αὐτίκα 〈γὰρ〉 Σαμαρεῖται Δοσίθεον μετὰ τοὺς χρόνους τοῦ σωτῆρος γενόμενον αὐτὸν εἶναι τὸν ὑπὸ Μωσέως προφητευόμενον προφήτην ἐπείσθησαν, ἀπατηθέντες ὑπ᾽ αὐτοῦ ὡς τὸν Χριστὸν αὐτὸν εἶναι ἀποφήνασθαι. ἄλλοι δὲ 〈πάλιν〉 κατὰ τοὺς χρόνους τῶν ἀποστόλων Σίμωνα τὸν μάγον τὴν μεγάλην τοῦ θεοῦ δύναμιν ἐκάλουν, αὐτὸν εἶναι νομίσαντες τὸν Χριστόν. καὶ κατὰ τὴν Φρυγίαν δὲ Μοντανὸν ἕτεροι, ἀλλαχοῦ δὲ πάλιν ἑτέρους ἄλλοι νενομίκασιν, καὶ οὐ παύσονταί γε οἱ ἀπατεῶνες. προσδοκᾶν γὰρ χρὴ καὶ πλείους τοιούτους ἔσεσθαι, ἐξ ὧν δὴ καὶ αὐτῶν ἡ ἀλήθεια τῶν σωτηρίων προγνώσεων τὴν μαρτυρίαν εἴληφεν. [ ] 〈Ματθαῖος ἀπόστολος〉 τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνίας καὶ πλεονεξίας σχολαζόντων, καὶ τοῦτο τῶν λοιπῶν εὐαγγελιστῶν οὐδεὶς δῆλον ἡμῖν ἐποίησεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης οὐδέ γε Λουκᾶς οὐδὲ Μάρκος, οἱ τῶν λοιπῶν εὐαγγελίων συγγραφεῖς, [ ] αὐτὸς δὲ ὁ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον καὶ κατήγορος 〈αὐτὸς〉 ἑαυτοῦ γινόμενος. 〈ἐπάκουσον γοῦν ὅπως διαρρήδην〉 ὀνομαστὶ αὐτὸς ἑαυτοῦ μεμνημένος ἐν τῷ οἰκείῳ συγγράμματι τόνδ᾽ ἱστορεῖ τὸν τρόπον «καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, 〈καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.