τοῦτο δ᾽, ὡς ἔοικεν, ἐνεχειρεῖτο τῷ μειρακίῳ τῆς ἐπὶ τοῦτ᾽ αὐτὸν προαγούσης ἐνθέου δυνάμεως μόνον οὐχὶ διὰ τοῦ γινομένου βοώσης ὡς ἄρα τοσοῦτον ἀποδέοιεν Χριστιανοί, οἵ γε ὄντως τοιοῦτοι, ἧς ἅπαξ ἠξιώθησαν εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας μεταβάλλεσθαι, ὡς μὴ μόνον ὑπεράνω καθίστασθαι τῶν ἀπειλῶν καὶ τῶν ἐπὶ ταύταις κολαστηρίων, παρρησιάζεσθαι δ᾽ εἰς ἔτι μᾶλλον εὐγενεῖ τε καὶ ἀτρόμῳ γλώττῃ ἐλευθεροστομεῖν καί, εἰ οἷόν τε, καὶ τοὺς διώκοντας αὐτούς, μεταθεμένους τῆς ἀγνωσίας τὸν μόνον ὄντα θεὸν ἐπιγνῶναι, παρακαλεῖν. ἐπὶ τούτοις ὁ περὶ οὗ ὁ λόγος, παραχρῆμα [μὲν] ὅσα εἰκὸς αὐτὸν ὡς ἂν ἐπὶ τοιούτῳ τολμήματι, θηρῶν δίκην ἀγρίων πρὸς τῶν ἀμφὶ τὸν ἡγεμόνα διασπαραχθεὶς καὶ μυρίας καθ᾽ ὅλου τοῦ σώματος πληγὰς ἀνδρειότατα ὑπομείνας, τέως μὲν [αὐτίκα] δεσμωτηρίῳ παραδίδοται, ἔνθα νυχθήμερον ἄμφω τὼ πόδε ἐπὶ τοῦ βασανιστικοῦ διαταθεὶς ξύλου, τῇ ἐπιούσῃ προσάγεται τῷ δικαστῇ· εἶτα θύειν ἐκβιαζομένου, πᾶσαν ἐνδείκνυται πρὸς πόνους καὶ φρικτὰς ἀλγηδόνας καρτερίαν, τὰς πλευρὰς οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πλεονάκις ἄχρις ὀστέων καὶ αὐτῶν σπλάγχνων καταξανθεὶς πληγάς τε κατὰ προσώπου καὶ αὐχένος τοσαύτας δεξάμενος, ὡς μηδ᾽ ὑπὸ τῶν εὖ καὶ ἀκριβῶς αὐτὸν πάλαι εἰδότων, διοιδήσαντα τὸ πρόσωπον, ἔτι γινώσκεσθαι.