Σοὶ δὲ, οὐδὲ περὶ μικρῶν ὁ κίνδυνος, εἰ ἀπέλθοις τῇ φθορᾷ γεννηθεὶς μόνῃ, καὶ μὴ τὴν ἀφθαρσίαν ἀμφιεσάμενος. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τῷ μὲν ἀναγκαῖος ἦν οὗτος ὁ καιρὸς τοῦ βαπτίσματος· σοὶ δὲ οὐχ ὁ αὐτὸς λόγος. Ἀνεδείχθη μὲν γὰρ τριακοστὸν γεγονὼς ἔτος, οὐ πρότερον, τοῦ τε μὴ δοκεῖν ἐπιδεικτικὸς εἶναί τις (τῶν γὰρ ἀπειροκάλων τὸ πάθος), καὶ ὡς τελείαν βάσανον ἀρετῆς, καὶ τοῦ διδάσκειν καιρὸν ταύτης ἐχούσης τῆς ἡλικίας. Ἐπεὶ δὲ παθεῖν ἔδει τὸ τοῦ κόσμου σωτήριον πάθος, πάντα συνδραμεῖν ἔδει πρὸς τὸ πάθος ὅσα τοῦ πάθους, τὴν ἀνάδειξιν, τὸ βάπτισμα, τὴν ἄνωθεν μαρτυρίαν, τὸ κήρυγμα, τὴν συνδρομὴν τοῦ πλήθους, τὰ θαύματα, καὶ ὥσπερ ἓν σῶμα γενέσθαι, μὴ διεσπασμένον, μηδὲ ἀπεῤῥηγμένον τοῖς διαστήμασιν. Ἐκ μὲν γὰρ τοῦ βαπτίσματος καὶ τοῦ κηρύγματος, ὁ τῶν συντρεχόντων σεισμὸς (οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τὸν καιρὸν ἐκεῖνον), ἐκ δὲ τοῦ πλήθους, ἡ τῶν σημείων ἐπίδειξις, καὶ τὰ θαύματα τῷ Εὐαγγελίῳ προσάγοντα.