Χαίροις, Ἀνατολὴ καὶ Δύσις, ὑπὲρ ὧν, καὶ ὑφ᾽ ὧν πολεμούμεθα· μάρτυς ὁ εἰρηνεύσων ὑμᾶς, ἂν ὀλίγοι μιμήσωνται τὴν ἐμὴν ὑποχώρησιν. Οὐ γὰρ καὶ τὸν Θεὸν ἀπολοῦσιν οἱ τῶν θρόνων παραχωρήσαντες, ἀλλ᾽ ἕξουσι τὴν ἄνω καθέδραν, ἣ πολὺ τούτων ἐστὶν ὑψηλοτέρα τε καὶ ἀσφαλεστέρα. Ἐπὶ πᾶσί τε καὶ πρὸ πάντων βοήσομαι· Χαίρετε, ἄγγελοι, τῆσδε τῆς Ἐκκλησίας ἔφοροι, καὶ τῆς ἐμῆς παρουσίας καὶ ἐκδημίας, εἴπερ ἐν χειρὶ Θεοῦ τὰ ἡμέτερα. Χαῖρέ μοι, ὦ Τριὰς, τὸ ἐμὸν μελέτημα καὶ καλλώπισμα· καὶ σώζοιο τοῖσδε, καὶ σώζοις τούσδε, τὸν ἐμὸν λαὸν (ἐμὸς γὰρ, κἂν ἄλλως οἰκονομώμεθα)· καὶ ἀγγέλοιό μοι διαπαντὸς ὑψουμένη, καὶ αὐξουμένη, καὶ λόγῳ, καὶ πολιτείᾳ, Τεκνία, φυλάσσοιτέ μοι τὴν παρακαταθήκην· μέμνησθέ μου τῶν λιθασμῶν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.