Ὅτι μὲν γὰρ πανταχοῦ τῆς Γραφῆς ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου προσαγορεύεται, τί δεῖ πρὸς εἰδότας καὶ λέγειν; Εἰ δὲ διισχυρίζονται τῷ «Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ διὰ τοῦτο περιξέουσι τοῦ ἀνθρώπου τὸ κάλλιστον, ὥσπερ οἱ σκυτεῖς τὰ παχύτερα τῶν δερμάτων, ἵνα Θεὸν σαρκὶ συγκολλήσωσιν, ὥρα λέγειν αὐτοῖς καὶ σαρκῶν μόνων τὸν Θεὸν εἶναι Θεόν, ἀλλ᾽ οὐχὶ καὶ ψυχῶν, διὰ τὸ γεγράφθαι· «Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός», καὶ «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει», καὶ «Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ», τοῦτ᾽ ἔστι πᾶς ἄνθρωπος· ἢ πάλιν ἀσωμάτους καὶ ἀοράτους καταβεβηκέναι τοὺς πατέρας ἡμῶν εἰς Αἴγυπτον καὶ τὴν ψυχὴν τοῦ Ἰωσὴφ δεδέσθαι μόνην ὑπὸ τοῦ Φαραώ, διὰ τὸ γεγράφθαι· «Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβησαν εἰς Αἴγυπτον», καὶ «Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ», πρᾶγμα δεθῆναι μὴ δυνάμενον.