القارئ

اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.

اعثر مباشرة على مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Σύγκρισις βίων

Γρηγόριος ὁ Ναζιανζηνός

Έναρξη του διαλόγου και αντιπαράθεση σαρκικού και πνευματικού βίου

Ο κριτής εισάγει τη διαμάχη μεταξύ του κόσμου και του πνεύματος, αντιπαραβάλλοντας τη φυσική αναπαραγωγή και τον νόμο της σάρκας με την παρθενία και την πνευματική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΣΥΓΚΡΙΣΙΣ ΒΙΩΝ [Βίοι.] Κρίναις ἂν ἡμῖν, ὦ ξένε. [Κριτής.] κρίσις δὲ τίς; [Β.] βίοι μάχονται. [Κρ.] καὶ τίνες, τίς δ᾽ ἡ κρίσις; [Β.] ὁ κοσμικός τε καὶ ὅσος τοῦ πνεύματος, πότερός τ᾽ ἀμείνων καὶ σοφοῖς βιώσιμος. [Κρ.] ὃ δύσκριτον μέν, ἀλλ᾽ ὅμως ἀκουστέον. [Κόσμος.] Κόσμου πεφυκὼς οἶδα καὶ στέργω τάδε· τόδ᾽ εὐσεβές· πατρῷον αἰδεῖσθαι νόμον. [Πνεῦμα.] θεοῦ πεφυκὼς οἶδα καὶ σέβω θεόν· τόδ᾽ εὐσεβές· τέλειον εἰδέναι σέβας. εἰ σοὶ τὸ χεῖρόν ἐστι τιμιώτατον, πῶς οὐκ ἐμοὶ τὸ κρεῖττον ἐνδικώτερον; [Κ.] Μήτηρ ἐμοὶ σὰρξ καὶ συνεκράθην χοΐ, σαρκὸς ποθῶ πλήρωμα τῆς ἐρρηγμένης. [Π.] θεὸς πατήρ μοι καὶ θεῷ συνεζύγην, μορφῆς ποθῶ μίμησιν, ἧς ἀπερρύην. [Κ.] πῶς δ᾽ ἂν συνέστη, φράζε, τὸ βροτῶν γένος, εἰ μὴ τὸ σαρκῶν συζυγὲς συνέδραμεν, νόμῳ τε θείῳ καὶ φύσει κρατούμενον; [Π.] νόμος μὲν οὗτος, νῦν δὲ λυθῆναί με δεῖ βίον πρὸς ἄλλον τοῦ παρόντος κρείττονα σπεύδοντα, δεσμῶν καὶ φθορᾶς ἐλεύθερον. [Κ.] πῶς οὖν νέηλυς ἦλθε παρθένος βίος; [Π.] ἦν μὲν σκιώδης καὶ πάλαι· λάμπει δὲ νῦν, ἐξ οὗ θεοῦ πέφηνε μήτηρ παρθένος. καὶ γὰρ νόμος παλαιὸς εἶξε τῷ νέῳ. τὸ γράμμ᾽ ἀπῆλθε, τὸ κράτος δὲ πνεύματος. [Κ.] ἄζυξ δ᾽ ἂν ἦν τις συζύγου βίου δίχα ἤ τις δίκαιος; [Π.] ὡς λίαν κομψός τις εἶ πείθων τὸ σάρκα συνδραμεῖν καλῶν χάριν. καλοὺς μὲν ἐξέθρεψεν ἢ κακοὺς χρόνος, ὕβριν δὲ σαρκὸς ὁ σπορεὺς ἐπέβλυσεν, οὐκ ἄλλο.