ἐπεὶ καὶ τὸ θυσιαστήριον τοῦτο τὸ ἅγιον, ᾧ παρεστήκαμεν, λίθος ἐστὶ κατὰ τὴν φύσιν κοινὸς οὐδὲν διαφέρων τῶν ἄλλων πλακῶν, αἳ τοὺς τοίχους ἡμῶν ἐπικοσμοῦσι καὶ καλλωπίζουσι τὰ ἐδάφη, ἐπειδὴ δὲ καθιερώθη τῇ τοῦ θεοῦ θεραπείᾳ καὶ τὴν εὐλογίαν ἐδέξατο, ἔστι τράπεξα ἁγία, θυσιαστήριον ἄχραντον οὐκέτι παρὰ πάντων ψηλαφώμενον ἀλλὰ μόνων τῶν ἱερέων καὶ τούτων εὐλαβουμένων. ὁ ἄρτος πάλιν ἄρτος ἐστὶ τέως κοινός, ἀλλ᾽ ὅταν αὐτὸν τὸ μυστήριον ἱερουργήσῃ, σῶμα Χριστοῦ λέγεταί τε καὶ γίνεται. οὕτως τὸ μυστικὸν ἔλαιον, οὕτως ὁ οἶνος, ὀλίγου τινὸς ἄξια ὄντα πρὸ τῆς εὐλογίας μετὰ τὸν ἁγιασμὸν τὸν παρὰ τοῦ πνεύματος ἑκάτερον αὐτῶν ἐνεργεῖ διαφόρως. ἡ αὐτὴ δὲ τοῦ λόγου δύναμις καὶ τὸν ἱερέα ποιεῖ σεμνὸν καὶ τίμιον τῇ καινότητι τῆς εὐλογίας τῆς πρὸς τοὺς πολλοὺς κοινότητος χωριζόμενον· χθὲς γὰρ καὶ πρώην εἷς ὑπάρχων τῶν πολλῶν καὶ τοῦ δήμου ἀθρόον ἀποδείκνυται καθηγεμών, πρόεδρος, διδάσκαλος εὐσεβείας, μυστηρίων λανθανόντων μυσταγωγός· καὶ ταῦτα ποιεῖ μηδὲν τοῦ σώματος ἢ τῆς μορφῆς ἀμειφθείς, ἀλλ᾽ ὑπάρχων κατὰ τὸ φαινόμενον ἐκεῖνος ὃς ἦν, ἀοράτῳ δέ τινι δυνάμει καὶ χάριτι τὴν ἀόρατον ψυχὴν μεταμορφωθεὶς πρὸς τὸ βέλτιον.