Τί οὖν λυπηρὸν εἰ τῶν τοῦ βίου κακῶν ἡ μακαρία κεχώρισται καὶ ὥσπερ τινὰ λήμην τὸν τοῦ σώματος ῥύπον ἀποβαλοῦσα καθαρᾷ τῇ ψυχῇ πρὸς τὴν ἀκήρατον ζωὴν μετανίσταται, ἐν ᾗ ἀπάτη οὐ πολιτεύεται, διαβολὴ οὐ πιστεύεται, κολακεία χώραν οὐκ ἔχει, ψεῦδος οὐ καταμίγνυται, ἡδονή τε καὶ λύπη καὶ φόβος καὶ θράσος καὶ πενία καὶ πλοῦτος καὶ δουλεία καὶ κυριότης καὶ πᾶσα ἡ τοιαύτη τοῦ βίου ἀνωμαλία ὡς πορρωτάτω τῆς ζωῆς ἐκείνης ἐξώρισται; Ἀπέδρα ἐκεῖθεν, καθώς φησιν ὁ προφήτης, ὀδύνη καὶ λύπη καὶ στεναγμός. ἀντὶ δὲ τούτων τί; ἀπάθεια, μακαριότης, κακοῦ παντὸς ἀλλοτρίωσις, ἀγγέλων ὁμιλία, τῶν ἀοράτων θεωρία, θεοῦ μετουσία, εὐφροσύνη τέλος οὐκ ἔχουσα. ἆρ᾽ οὖν λυπεῖσθαι προσήκει περὶ τῆς βασιλίδος μαθόντας οἷα ἀνθ᾽ οἵων ἠλλάξατο; κατέλιπε βασιλείαν γηΐνην, ἀλλὰ τὴν οὐράνιον κατέλαβεν· ἀπέθετο τὸν ἐκ λίθων στέφανον, ἀλλὰ τὸν τῆς δόξης περιεθήκατο· ἀπεδύσατο τὴν πορφυρίδα, ἀλλὰ Χριστὸν ἐνεδύσατο. τοῦτό ἐστι τὸ βασιλικὸν ὄντως καὶ τίμιον ἔνδυμα. τὴν ὧδε πορφύραν ἀκούω αἵματι κόχλου τινὸς θαλασσίας φοινίσσεσθαι, τὴν δὲ ἄνω πορφύραν τὸ τοῦ Χριστοῦ αἷμα λάμπειν ποιεῖ· εἶδες ὅσον ἐν τῷ ἐνδύματι τὸ διάφορον. βούλει πεισθῆναι ὅτι ἐν ἐκείνοις ἐστίν;