Καὶ ταῦτα μὲν εἰς τοσοῦτον, ὅσα δὲ τῶν Ἰουδαίων ἀκούομεν κατατρεχόντων ἐν σφοδρᾷ κατηγορίᾳ τοῦ δόγματος, ἄξιον ἂν εἴη προσθεῖναι διὰ βραχέων τῷ λόγῳ· λέγουσι γὰρ ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ τοῖς Ἰουδαίοις νενομοθετῆσθαι παρὰ τοῦ Μωυσέως τὴν τεσσαρεσκαιδεκάτην τοῦ σεληναίου δρόμου περίοδον καὶ τῶν ἑπτὰ ἡμερῶν τὴν ἀζυμοφαγίαν καὶ ὄψον ἐπὶ τοῖς ἀζύμοις ποιεῖσθαι τῶν πικρίδων τὴν πόαν. εἰ οὖν ἐπιμελῆς ὑμῖν ἡ τῆς τεσσαρεσκαιδεκάτης ἐστὶ παρατήρησις, συμπαραφυλαττέσθω, φησὶν ὁ Ἰουδαῖος, καὶ ἡ πικρὶς καὶ τὸ ἄζυμον, εἰ δὲ ταῦτα τοῦ παρορᾶσθαι ἄξια, τίς ἡ περὶ ἐκεῖνο σπουδή; οὐ γὰρ δὴ τοῦ αὐτοῦ νομοθέτου τὸ μέν τι δίκαιον καὶ ψυχωφελὲς τὸ δὲ ἄχρηστον κρίνεται καὶ ἀπόβλητον, ὡς ἐπάναγκες εἶναι ἢ πάντα κατορθοῦσθαι παρ᾽ ὑμῶν, ὅσα περὶ τοῦ πάσχα διηγόρευται, ἢ μηδενὸς ὑμᾶς περιέχεσθαι. τί οὖν ἡμεῖς; μνησθῶμεν τοῦ παραγγείλαντος μὴ φοβεῖσθαι τὸν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθαι· οἴδαμεν γὰρ καὶ τῶν ἀζύμων τὴν ψυχωφελῆ παρατήρησιν καὶ τῶν πικρίδων τὸ κέρδος καὶ τῆς τεσσαρεσκαιδεκάτης τὸ χρήσιμον. ὁ δὲ λόγος οὗτός ἐστιν, ὃν δι᾽ ὀλίγων ἐπισκεψόμεθα· ὁ τὴν σκιὰν τῶν μελλόντων ἀγαθῶν ἔχων νόμος πρὸς ἕνα κατὰ τὸ προηγούμενον βλέπει σκοπόν, ὅπως ἂν διὰ τῶν ποικίλων παραγγελμάτων καθαρθείη τῆς ἐμμιχθείσης τῇ φύσει κακίας ὁ ἄνθρωπος.