Εἰ τοίνυν ἐνέφηνεν ὁ λόγος δι᾽ ἀκριβείας τὸ ἔργον, δυνατὸν ἂν γένοιτό σου τῇ ὁσιότητι κατιδούσῃ τὴν χρείαν διὰ πάντων ἡμῖν παρασχεῖν τὸ ἐπὶ τοῖς τεχνίταις ἀμέριμνον. εἰ δὲ μέλλοι τὸ πρὸς ἡμῶν ὁ τεχνίτης συντίθεσθαι, προσκείσθω, εἴπερ οἷόν τε, φανερὸν μέτρον τοῦ ἔργου τῇ ἡμέρᾳ, ἵνα μή, ἄπρακτος παρελθὼν τὸν χρόνον, μετὰ ταῦτα μὴ ἔχων ἐπιδεῖξαι τὸ ἔργον, ὡς τοσαύταις ἡμέραις ἡμῖν ἐργασάμενος τὸν ὑπὲρ αὐτῶν μισθὸν ἀπαιτῇ. οἶδα δ᾽ ὅτι μικρολόγοι τινὲς τοῖς πολλοῖς δόξομεν, οὕτω περὶ τὰς συνθήκας διακριβούμενοι· ἀλλὰ παρακλήθητι συγγνώμην ἔχειν· ὁ γὰρ Μαμωνᾶς ἐκεῖνος, πολλὰ πολλάκις παρ᾽ ἡμῶν ἀκούσας κακῶς, τέλος ἀπῴκισεν ἑαυτὸν ἡμῶν ὡς πορρωτάτω, μισήσας οἶμαι τὴν ἀεὶ γινομένην κατ᾽ αὐτοῦ φλυαρίαν, καί τινι χάσματι ἀδιαβάτῳ, τῇ πενίᾳ λέγω, ἑαυτὸν ἡμῶν διετείχισεν, ὡς μήτε ἐκεῖνον πρὸς ἡμᾶς ἐλθεῖν μήτε ἡμᾶς πρὸς ἐκεῖνον διαπερᾶσαι. τούτου χάριν περὶ πολλοῦ ποιοῦμαι τὴν εὐγνωμοσύνην τῶν τεχνιτῶν, ὥστε δυνηθῆναι πρὸς τὴν προκειμένην ἡμᾶς ἐξαρκέσαι σπουδὴν μὴ κωλυθέντας τῇ πενίᾳ, τῷ ἐπαινετῷ καὶ εὐκταίῳ κακῷ.