Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ καὶ μικροὶ κήρυκες τῆς ἀξίας νομίζονται· Ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπεια αὐτοῦ, οὐ μέχρι τῶν οὐρανῶν, ἀλλ᾽ ὑπεράνω τῶν οὐρανῶν, τῶν μικρῷ μέρει τῆς θεότητος τῇ σπιθαμῇ τροπικῶς ὀνομαζομένῃ περιειλημμένων. καὶ ἄνθρωπος, τὸ ἐπίκηρον τοῦτο καὶ ὠκύμορον ζῷον, καλῶς τῷ χόρτῳ προσεικασμένος, σήμερον ὢν καὶ αὔριον οὐκ ἐσόμενος, ἀξίως τιμῆσαι τὴν θείαν φύσιν πεπίστευκεν; ὅμοιον ὥσπερ ἂν εἴ τις ἐξάψας λεπτὴν ἶνα ἀπὸ στιππύου προσθήκην τινὰ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς διὰ τοῦ σπινθῆρος ὑπολαμβάνοι χαρίζεσθαι. τί λέγων εἰπέ μοι τιμήσεις, ἐάν περ ὅλως τιμῆσαι θελήσεις τὸ πνεῦμα τὸ ἅγιον; ὅτι ἀθάνατόν ἐστι πάντως, ὅτι ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ἀεὶ καλὸν καὶ ἀπροσδεὲς τῆς ἑτέρωθεν χάριτος, ὅτι πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, ἅγιον, ἡγεμονικόν, εὐθές, δίκαιον, ἀληθινόν, τὰ βάθη ἐρευνῶν τοῦ θεοῦ, ἐκ πατρὸς ἐκπορευόμενον, ἐκ τοῦ υἱοῦ λαμβανόμενον, καὶ εἴ τι τοιοῦτον. τί οὖν διὰ τούτων καὶ τῶν τοιούτων χαρίζῃ; τὰ προσόντα λέγεις ἢ διὰ τῶν μὴ προσόντων τιμᾷς; εἰ μὲν γὰρ τὰ μὴ προσόντα προσμαρτυρεῖς, ματαία ἡ χάρις καὶ εἰς οὐδὲν φέρουσα πλέον· ὁ γὰρ τὸ πικρὸν γλυκὺ λέγων, αὐτὸς μὲν ἐψεύσατο, τὸ δὲ ψεκτὸν οὐκ ἐπῄνεσεν.