Αὐξάνεσθε, τουτέστι· τρέφεσθε, μικροὶ γεννώμενοι μεγάλοι γίνεσθε καὶ πέρας ἔστω τῆς αὐξήσεως. οὐ γὰρ ἐπειδὴ ἐν τῇ πρώτῃ ἑπταετίᾳ τρεφόμεθα καὶ λαμβάνει ἡμᾶς μεθηλικίωσις ἐπὶ τὴν δευτέραν ἑβδομάδα τῶν ἐτῶν, ἤδη ὀφείλομεν ὁμοίως ἐν παντὶ μέρει τῆς ζωῆς τῆς ἡμετέρας καθ᾽ ἑβδομάδας μεθηλικιοῦσθαι. ἡ πρώτη ἑβδομὰς τὴν παιδικὴν ἡλικίαν ἔχει. ὅροι τῆς παιδικῆς ἡλικίας φανεροὶ ἡ τῶν ὀδόντων μεταβολή· οἱ μὲν ἔπεσαν, οἱ δὲ ὑπεφύησαν. δευτέραν ἔλαβεν ἀρχὴν αὔξησις. εἰς τὰ τέλη τῆς τεσσαρεσκαιδεκάτης ἡ δευτέρα λοιπὸν ἡ τῶν παίδων. πρῶτον γὰρ παιδίον, εἶτα παῖς, εἶτα ἔφηβος, εἶτα ἀνήρ. † ἀπὸ τεσσαρεσκαιδεκάτου ἔτους † ἐνταῦθα οἱ ὅροι τῆς αὐξήσεως. Αὐξάνεσθε οὖν. οὐκ ἐὰν γένῃ ἑκατὸν ἐτῶν, ἀπὸ πρώτου εἰς ἑκατοστὸν ἔτος αὔξησιν ἐπιδέχῃ, ἀλλὰ τοῦτο τὸ Αὐξάνεσθε ἓν ῥῆμα σοφῶς λεχθὲν προνοητικῶς ᾠκονόμηται· Αὐξάνεσθε μέχρι τινός. † ἀλλ᾽ οὐ † μέτρα τῆς αὐξήσεως. κατὰ τὴν πρώτην σύστασιν τὴν καταβληθεῖσαν ἐν τῇ μήτρᾳ κατεβλήθησαν καὶ οἱ λόγοι τῆς αὐξήσεως. οὐ γὰρ μετὰ ταῦτα νεώτερόν ἐστι τὸ χάρισμα τῆς ἡλικίας ἐπιγενόμενον, ἀλλ᾽ αἱ μητρῷαι καταβολαὶ συγκαταβεβλημένας ἔχουσι τὰς πρὸς τὸ αὐξάνεσθαι ἐπιτηδειότητας. εἶτα προέκυψε τῆς μήτρας, ηὐξήθη τὸ ὅσον ἐν ταῖς ἀγκάλαις τῆς μητρός. ἔπεσαν οἱ ὀδόντες, ἔγνωμεν ὅτι ηὐξήθη τόσον μέτρον.