Ἔπλασεν ὁ θεὸς ὀρθόν. ἐξαίρετον ταύτην σοι τὴν διάπλασιν παρὰ τὰ λοιπὰ ζῷα ἔδωκε. διὰ τί; ἐπειδὴ ἐξαίρετόν σοι καὶ τὴν ἐνέργειαν ἀποδιδόναι ἔμελλε. τὰ μὲν γὰρ ἄλλα βοσκήματά ἐστι καὶ πρὸς ἃ πέφυκε, πρὸς ταῦτα ἔχει τὴν κατασκευήν. ἐγενήθη τὸ πρόβατον νέμεσθαι, κάτω ἔχει τὴν κεφαλὴν συννεύουσαν τῇ γαστρὶ ἐνορᾶν καὶ τοῖς ὑπὸ γαστέρα, ἐπειδὴ τέλος ἐκείνοις εὐδαιμονίας γαστρὸς πλήρωσις καὶ ἡδονῆς ἀπόλαυσις. ἄνθρωπος δὲ οὐκέτι εἰς γαστέρα βλέπει, ἀλλ᾽ εἰς τὰ ἄνω. κεφαλὴ αὐτῷ ὑψηλή, ἵνα τὴν ἄνω βλέπῃ συγγένειαν, ὀφθαλμοὶ οὐκ εἰς τὴν γῆν νεύοντες. μὴ τοίνυν ποίει σεαυτὸν παρὰ φύσιν, μὴ τὰ γήϊνα περισκόπει, ἀλλὰ τὰ οὐράνια, Οὗ ὁ Χριστός ἐστιν· Εἰ συνηγέρθητε, γάρ φησι, τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν. οὕτως ἐπλάσθης. αὐτὸ τὸ διάπλασμα διδασκάλιόν ἐστι τοῦ τέλους πρὸς ὃ γέγονας. ἐγένου ἵνα θεὸν βλέπῃς, οὐχ ἵνα ἐπὶ γῆν σύρηταί σου ἡ ζωή, οὐχ ἵνα τὴν κτηνώδη ἔχῃς ἀπόλαυσιν, ἀλλ᾽ ἵνα τὴν οὐράνιον ἐπιτελῇς πολιτείαν. διὰ τοῦτο Σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ, ὁ σοφός φησιν Ἐκκλησιαστής. τίνος δὲ οὐκ ἐν κεφαλῇ οἱ ὀφθαλμοί; ἀλλ᾽ ἐν κεφαλῇ, τουτέστιν ἵνα τὰ ὑψηλὰ σκοπῶσιν. ὁ δὲ εἰς τὰ ὑψηλὰ μὴ βλέπων ἀλλ᾽ εἰς τὰ γήϊνα, ὀφθαλμοὺς ἔχει εἰς γῆν συρομένους.