Ἀλλὰ τὸ ἐπίταγμα, τί; Λάβε μοι, φησὶ, τὸν υἱόν σου. Οὔπω πλήσσει τάχα τοῦ πατρὸς τὴν καρδίαν ὁ λόγος· πάντως γὰρ τοιοῦτον ὑπολογίζεται, ὅτι γάμῳ συναρμόσαι διακελεύεται καὶ ἐπισπεῦσαι τὸν θάλαμον, ὡς ἂν εἰς πέρας ἔλθοι ἡ ἐπὶ τοῦ σπέρματος εὐλογία. Ἀλλ᾽ ἴδωμεν τὴν προσθήκην τοῦ λόγου· Λάβε μοι, φησὶ, τὸν υἱόν σου τὸν ἀγαπητὸν, τὸν μονογενῆ. Ὅρα τὰ κέντρα τοῦ λόγου, πῶς κεντεῖ τοῦ πατρὸς τὰ σπλάγχνα· πῶς ἀναῤῥιπίζει τὴν τῆς φύσεως φλόγα· πῶς ἀνεγείρει τὸ φίλτρον, καὶ υἱὸν ἀγαπητὸν καὶ μονογενῆ καλῶν· ὡς ἂν διὰ τῶν τοιούτων ὀνομάτων τὸ φίλτρον τὸ πρὸς αὐτὸν ἀναζέσειεν. Εἶτα λαβὼν τί ποιήσω; Ἀνένεγκέ μοι, φησί. Μὴ ἱερέα καταστῆσαι κελεύεις, ὃν ἀνενεγκεῖν προσέταξας; Οὐχ ἱερέα, ἀλλὰ θῦμα καὶ ἱερεῖον διὰ θυσίας ὁλοκαυτούμενον. Ἀνένεγκέ μοι, φησὶν, εἰς ὁλοκάρπωσιν ἐπὶ τοῦ ὄρους, οὗ ἐάν σοι δείξω. Τί πεπόνθατε ἀκούοντες τοῦ διηγήματος, ὅσοι πατέρες ἐστὲ, καὶ τὴν πρὸς τοὺς παῖδας στοργὴν παρὰ τῆς φύσεως ἐδιδάχθητε; Οἴδατε πάντως ὅπως δέχεται πατρὸς ἀκοὴ μονογενοῦς τέκνου σφαγήν. Τίνος οὐκ ἦν καταπλαγῆναι πρὸς τὴν φωνήν; ἀποστρέψαι τὴν ἀκοήν; ἐναποθανεῖν τῷ προστάγματι μᾶλλον ἢ τῇ καρδίᾳ τὸν λόγον δέξασθαι; Οὐκ ἂν ἐδικαιολογήθη πρὸς αὐτὸν, αὐτὴν τὴν φύσιν συνήγορον ἑαυτοῦ προστησάμενος, Τί ταῦτα προστάσσεις, λέγων, ὦ Κύριε; Διὰ τοῦτο πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἀπεργάσῃ;