Καὶ οὐ πολλῆς ἄν τις δεηθείη πραγματείας πρὸς τὴν ἀπόδειξιν τοῦ ταῦτα οὕτως ἔχειν. τὰ μὲν γὰρ λοιπὰ τῶν ὀνομάτων, ὅσα ἐπὶ τῆς κτίσεως κεῖται, καὶ δίχα τινὸς ἐτυμολογίας εὕροι τις ἂν κατὰ τὸ συμβὰν ἐφηρμοσμένα τοῖς ὑποκειμένοις, ἀγαπώντων ἡμῶν ὁπωσοῦν τὰ πράγματα διὰ τῆς ἐπ᾽ αὐτῶν φωνῆς σημειώσασθαι πρὸς τὸ ἀσύγχυτον ἡμῖν γίνεσθαι τῶν σεσημειωμένων τὴν γνῶσιν. ὅσα δὲ πρὸς ὁδηγίαν τῆς θείας κατανοήσεώς ἐστιν ὀνόματα, ἰδίαν ἔχει ἕκαστον ἐμπεριειλημμένην διάνοιαν καὶ οὐκ ἂν χωρὶς νοήματός τινος οὐδεμίαν εὕροις φωνὴν ἐν τοῖς θεοπρεπεστέροις τῶν ὀνομάτων, ὡς ἐκ τούτου δείκνυσθαι μὴ αὐτὴν τὴν θείαν φύσιν ὑπό τινος τῶν ὀνομάτων σεσημειῶσθαι, ἀλλά τι τῶν περὶ αὐτὴν διὰ τῶν λεγομένων γνωρίζεσθαι. λέγομεν γὰρ εἶναι τὸ θεῖον ἄφθαρτον, εἰ οὕτω τύχοι, ἢ δυνατὸν ἢ ὅσα ἄλλα σύνηθές ἐστι λέγειν. ἀλλ᾽ εὑρίσκομεν ἑκάστου τῶν ὀνομάτων ἰδιάζουσαν ἔμφασιν πρέπουσαν περὶ τῆς θείας φύσεως νοεῖσθαι καὶ λέγεσθαι, οὐ μὴν ἐκεῖνο σημαίνουσαν, ὅ ἐστι κατ᾽ οὐσίαν ἡ φύσις· αὐτὸ γὰρ ὅ τι ποτέ ἐστιν, ἄφθαρτόν ἐστιν· ἡ δὲ τοῦ ἀφθάρτου ἔννοια αὕτη, τὸ μὴ εἰς φθορὰν τὸ ὂν διαλύεσθαι. οὐκοῦν ἄφθαρτον εἰπόντες, ὃ μὴ πάσχει ἡ φύσις, εἴπομεν· τί δέ ἐστι τὸ τὴν φθορὰν μὴ πάσχον, οὐ παρεστήσαμεν. οὕτω κἂν ζωοποιὸν εἴπωμεν, ὃ ποιεῖ διὰ τῆς προσηγορίας σημάναντες τὸ ποιοῦν τῷ λόγῳ οὐκ ἐγνωρίσαμεν.