καὶ μυρίας ἄλλας ἐκ τῶν γραφῶν ἔστιν ἀποδείξεις εὑρεῖν, ὅτι πάντα τὰ ὑψηλὰ καὶ θεοπρεπῆ ὀνόματα, ὅσα τῷ πατρὶ καὶ τῷ υἱῷ παρὰ τῆς γραφῆς ἐφαρμόζεται, ταῦτα καὶ περὶ τὸ ἅγιον θεωρεῖται πνεῦμα· ἡ ἀφθαρσία, ἡ μακαριότης, τὸ ἀγαθόν, τὸ σοφόν, τὸ δυνατόν, τὸ δίκαιον, ἡ ἁγιότης· πᾶν τίμιον ὄνομα οὕτως λέγεται ἐπὶ τοῦ ἁγίου πνεύματος, ὡς καὶ ἐπὶ τοῦ πατρὸς καὶ ἐπὶ τοῦ υἱοῦ λέγεται, πλὴν τούτων δι᾽ ὧν αἱ ὑποστάσεις τρανῶς τε καὶ ἀσυγχύτως ἀπ᾽ ἀλλήλων διαχωρίζονται, λέγω δὴ ὅτι οὔτε πατὴρ λέγεται τὸ πνεῦμα τὸ ἅγιον οὔτε υἱός· τὰ δὲ ἄλλα ὅσα ὁ πατὴρ καὶ ὁ υἱὸς ὀνομάζεται, ταῦτα καὶ τῷ ἁγίῳ πνεύματι παρὰ τῆς γραφῆς ἐφαρμόζεται. διὰ τοῦτο οὖν καταλαμβάνομεν ὅτι ἄνω τῆς κτίσεώς ἐστι τὸ πνεῦμα τὸ ἅγιον. οὐκοῦν ὅπου ὁ πατὴρ καὶ ὅπου ὁ υἱὸς νοεῖται, ἐκεῖ νοεῖται καὶ τὸ πνεῦμα τὸ ἅγιον· ἄνω γὰρ τῆς κτίσεως καὶ ὁ πατὴρ καὶ ὁ υἱός, ὅπερ καὶ τῷ ἁγίῳ πνεύματι ἀκολουθία τοῦ λόγου προσεμαρτύρησεν. ὁ τοίνυν ὑπερτιθεὶς τῆς κτίσεως τὸ πνεῦμα τὸ ἅγιον ἀκολούθως τὸν ὀρθόν τε καὶ ὑγιῆ παρεδέξατο λόγον· μίαν γὰρ ὁμολογήσει τὴν ἄκτιστον φύσιν, τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ θεωρουμένην.