Ὁ γὰρ ἀεὶ ἐν τῷ πατρὶ ὢν καὶ ἀεὶ ἔχων ἐν ἑαυτῷ τὸν πατέρα καὶ ἡνωμένος αὐτῷ, ὡς ἦν καὶ πρώην, οὕτω καὶ ἔστι καὶ ἔσται καὶ ἄλλος παρ᾽ ἐκεῖνον υἱὸς οὔτε ἦν οὔτε ἐγένετο οὔτε ἔσται· ἡ δὲ προσληφθεῖσα τῆς ἀνθρωπίνης φύσεως ἀπαρχή, ὑπὸ τῆς παντοδυνάμου θεότητος (ὡς ἂν εἴποι τις εἰκόνι χρώμενος) οἷόν τις σταγὼν ὄξους ἀπείρῳ πελάγει κατακραθεῖσα, ἔστι μὲν ἐν τῇ θεότητι, οὐ μὴν ἐν τοῖς ἰδίοις αὐτῆς ἰδιώμασιν. οὕτω γὰρ ἂν ἡ τῶν υἱῶν δυὰς ἀκολούθως ὑπενοεῖτο, εἰ ἐν τῇ ἀφράστῳ τοῦ υἱοῦ θεότητι ἑτερογενής τις φύσις [ἐν] ἰδιάζουσι σημείοις ἐπεγινώσκετο, ὡς εἶναι τὸ μὲν ἀσθενὲς ἢ μικρὸν ἢ φθαρτὸν ἢ πρόσκαιρον, τὸ δὲ δυνατὸν καὶ μέγα καὶ ἄφθαρτον καὶ ἀΐδιον· ἐπειδὴ δὲ πάντων τῶν τῷ θνητῷ συνεπιθεωρουμένων ἐν τοῖς τῆς θεότητος ἰδιώμασι μεταποιηθέντων, ἐν οὐδενὶ καταλαμβάνεται ἡ διαφορά (ὅπερ γὰρ ἄν τις ἴδῃ τοῦ υἱοῦ, θεότης ἐστί, σοφία, δύναμις, ἁγιασμός, ἀπάθεια), πῶς ἂν διαιροῖτο τὸ ἓν εἰς δυϊκὴν σημασίαν, μηδεμιᾶς διαφορᾶς τὸν ἀριθμὸν μεριζούσης;