Ὥσπερ ἐπὶ τῶν οὐρανίων θαυμάτων ὁρᾷ μὲν ἐπ᾽ ἴσης τὰ φαινόμενα κάλλη κἂν πεπαιδευμένος κἂν ἰδιώτης τύχῃ τις ὢν ὁ πρὸς τὸν οὐρανὸν ἀναβλέπων, διανοεῖται δὲ τὰ περὶ αὐτῶν οὐχ ὁμοίως ὅ τε ἀπὸ φιλοσοφίας ὁρμώμενος καὶ ὁ μόναις ταῖς αἰσθήσεσι τὸ φαινόμενον ἐπιτρέπων (οὗτος μὲν γὰρ ἢ ταῖς ἀκτῖσιν ἥδεται τοῦ ἡλίου ἢ τὸ κάλλος τῶν ἄστρων θαύματος ἄξιον κρίνει ἢ τὸν ἀριθμὸν τοῦ σεληναίου δρόμου ἐπὶ τοῦ μηνὸς παρετήρησεν, ὁ δὲ διορατικὸς τὴν ψυχὴν καὶ διὰ παιδεύσεως πρὸς τὴν κατανόησιν τῶν οὐρανίων κεκαθαρμένος, καταλιπὼν ταῦτα δι᾽ ὧν εὐφραίνεται τῶν ἀλογωτέρων ἡ αἴσθησις, πρὸς τὴν τοῦ παντὸς ἁρμονίαν βλέπει καὶ ἐκ τῆς ἐγκυκλίου κινήσεως τὴν ἐκ τῶν ἐναντίων εὐαρμοστίαν ἐπισκοπεῖ· πῶς τῇ ἀπλανεῖ περιφορᾷ οἱ ἐντὸς κύκλοι πρὸς τὸ ἔμπαλιν ἀνελίσσονται, πῶς τὰ ἐν αὐτοῖς θεωρούμενα τῶν ἄστρων πολυειδῶς σχηματίζεται, ἐν προσεγγισμοῖς τε καὶ ἀποστάσεσι καὶ ὑποδρομαῖς τε καὶ ἐκλείψεσι καὶ ταῖς ἐπὶ τὰ πλάγια παραδρομαῖς τὴν ἀδιάλειπτον ἐκείνην ἁρμονίαν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐξεργαζόμενα· οἷς οὐδὲ τοῦ βραχυτάτου τῶν ἄστρων ἡ θέσις ἀθεώρητος περιορᾶται, ἀλλὰ πάντα τὴν ἴσην παρέχει φροντίδα τοῖς διὰ τῆς σοφίας ἐπὶ τὰ ἄνω τὸν νοῦν μετοικίσασι)· τὸν αὐτὸν τρόπον καὶ σύ, ὦ τιμία μοι κεφαλή, τὴν ἐν τοῖς οὖσι τοῦ θεοῦ οἰκονομίαν βλέπων, ἀφεὶς ἐκεῖνα περὶ ἃ τῶν πολλῶν ἄσχολός ἐστιν ἡ διάνοια (πλοῦτον λέγω καὶ τῦφον καὶ δόξης ἐπιθυμίαν κενῆς, ἅπερ ἄντικρυς ἀκτίνων δίκην περιαστράπτοντα τοὺς ἀλογωτέρους ἐκπλήττειν εἴωθεν), οὐδὲ τὰ δοκοῦντα μικρότερα τῶν ἐν τοῖς οὖσι θεωρουμένων ἀνεξέταστα καταλείπεις ἀνερευνῶν τε καὶ διασκοπούμενος τὴν ἀνωμαλίαν τῆς ἀνθρωπίνης ζωῆς, οὐ μόνον τὴν κατὰ πλοῦτον καὶ πενίαν θεωρουμένην ἢ τὰς κατὰ τὰ ἀξιώματα καὶ τὰ γένη διαφοράς (οἶδας γὰρ ἀντ᾽ οὐδενὸς εἶναι ταῦτα οἷς τὸ εἶναι οὐ καθ᾽ ὑπόστασιν οἰκείαν ἐστίν, ἀλλ᾽ ἐν τῇ ματαίᾳ ὑπολήψει τῶν τοῖς μὴ οὖσιν ὡς ὑφεστῶσι προσκεχηνότων· εἰ γοῦν τις ἀφέλοιτο τοῦ λαμπρυνομένου τῇ δόξῃ τῶν εἰς αὐτὸν βλεπόντων τὴν οἴησιν, οὐδὲν ὑπολειφθήσεται τῷ μεγαλοφρονοῦντι ἐπὶ τῷ διακένῳ φυσήματι, κἂν πᾶσα τῶν χρημάτων ἡ ὕλη παρ᾽ αὐτῷ κατορωρυγμένη τύχῃ), ἀλλά σοι διὰ φροντίδος ἐστὶ γνῶναι τά τε ἄλλα τῆς θείας οἰκονομίας, πρὸς ὅ τι τῶν γινομένων ἕκαστον βλέπει, καὶ τίνος χάριν τῷ μὲν εἰς γῆρας μακρὸν παρατείνεται ἡ ζωή, ὁ δὲ τοσοῦτον μετέχει τοῦ ζῆν, ὅσον δι᾽ ἀναπνοῆς τὸν ἀέρα σπάσαι καὶ εὐθὺς καταλῆξαι τοῦ βίου.