Οὐκ ἦν ἱερεύς, ἦν δὲ «δίκαιος»· ἡ δικαιοσύνη δὲ τὴν ἱερωσύνην ὑπὸ τοὺς πόδας κέκτηται. Οὐκ ἦν λευίτης, ἀλλ᾽ «εὐλαβής»· ὁ δέ γε εὐλαβὴς ἀφ᾽ ἑαυτοῦ τὸ χρῖσμα ἔχει.
Καὶ βαστάζων τὸ βρέφος ἔφη· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» «Νῦν ἀπολύεις»· ἦλθε γὰρ ὁ καιρὸς τῆς ἀφέσεως, ἀπήντησε τῶν αἰχμαλώτων ἡ λύτρωσις, τῶν χρεῶν ἡ συγχώρησις· ἐγεννήθη βασιλεὺς τοὺς ἐν φυλακαῖς ἐλευθερῶν, τοὺς ἐν δεσμοῖς ἀπαλλάττων, τοὺς ἐν θανάτῳ εἰς ζωὴν ἀνακαλούμενος, κουφίζων τὸν φόρτον τῆς γῆς. «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα.» Πῶς οἶδας; Ὁρῶ τὸν δεσπότην, φησίν, σχῆμα δούλου περικείμενον. Οὐκ ἂν δεσπότης ὢν δούλου μορφὴν ἐφόρεσεν, εἰ μὴ τὸν δοῦλον ἐνδῦσαι τοῦ δεσπότου τὴν μορφὴν ἐλογίσατο. Οὐκ ἂν τὴν τάξιν ἐνήλλαξεν, οὐδ᾽ ὑψηλὸς ὢν ἐταπεινώθη, εἰ μὴ τὸ ταπεινὸν εἰς ὕψος ἀναγαγεῖν ἠβουλήθη. Ἀλλὰ πῶς αὐτὸν «ἀπολύεις κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ;»· εἰ γὰρ ῥήματι τὴν κτίσιν παρήγαγες, ῥήματι πάντως ἐλευθεροῖς τὸν τῆς κτίσεως ἄρχοντα. «Ἐν εἰρήνῃ»· ποίᾳ; Τῇ τοῦ σταυροῦ· ἐκείνη γὰρ ἡ μάχαιρα τοῦ τυράννου τὴν κεφαλὴν ἀπέτεμε καὶ εἰρήνην τοῖς μετὰ Χριστοῦ στρατευομένοις ἔδωκεν. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας.» Εἶδον ἃ πολλοὶ ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον, θεὸν ἐν σαρκί, ἥλιον ἐν νεφέλῃ φωτίζοντα. «