Ἀλλὰ τίνες οἱ συμποσιασταί; Τοῦτο γὰρ ἡμῖν τοῦ λόγου τὸ κεφάλαιον. Οἱ νεκροὶ πάντες, στολὴν νυμφικήν τινα καὶ καθαρὰν ἠμφιεσμένοι ἕκαστος, μέσους δὲ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν μεμερισμένους ἔχοντες.
Ἀγαθὰ γὰρ τῷ γένει τοιαῦτα καὶ τούτων ἔτι μείζονα φιλοτιμεῖται τῶν νεκρῶν ἡ ἀνάστασις, ἧς τὸ προοίμιον ὁ πάντα μέγας κατεπιστεύθη Λάζαρος, τὸ λίαν εὐθαλὲς τῶν ἀρετῶν γεώργιον, ὁ πολυφόρος ἀμπελὼν τῆς πίστεως, τὸ ῥόδον τῆς βασιλείας τοῦ Χριστοῦ, τὸ πρωτότοκον ὅπερ ἡ φωνὴ τοῦ μονογενοῦς ἔθρεψεν, ἡ γλῶττα τοῦ Λόγου, τῆς σοφίας ἡ σάλπιγξ, ὁ αὐλὸς ὁ ἀσίγητος, ἡ πατρόχορδος λύρα, ἡ θεόνευρος κιθάρα, τὸ θεόπληκτον ὄργανον, τὸ αὐτογενὲς τῆς θεογενοῦς ἁρμονίας ψαλτήριον. Ἡ φωνὴ δὲ τίς; «Λάζαρε, δεῦρο ἔξω.» Ἧς ἀκουσθείσης, ὅλος μὲν τῶν νεκρῶν ὁ δῆμος ἀνεπτέρωτο, κεκάρωτο δὲ τῇ δειλίᾳ ὁ θάνατος καὶ τῷ φόβῳ σκελισθεὶς ἔκειτο πρηνὴς ὑπὸ τῶν οἰκείων αἰχμαλώτων πατούμενος. «Λάζαρε, δεῦρο ἔξω»· σοῦ γὰρ τὸ παρὸν τῆς παρουσίας χρῄζομεν. Μήπω μοι, φησίν, οἱ δῆμοι τῶν νεκρῶν ἀνερχέσθωσαν· οὔπω καιρὸς ὅλῳ τὴν ἐλευθερίαν μηνυθῆναι τῷ πλάσματι, οὔπω τὸ γένος ἀναβῆναι, πρὶν ὁ τοῦ γένους καταβῇ δημιουργός. «