Μαρτύριον τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῶν σὺν αὐτῷ δύο στρατιωτῶν, συγγραφὲν παρὰ Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων.
Πολλαὶ τῶν μαρτύρων αἱ γραφαί· καθάπερ γὰρ αἱ τῶν ζωγράφων εἰκόνες τινὰς μιμούμεναι τῶν πόλεων ὄψεις, καὶ μεγέθη πύργων, καὶ μορφὰς ἀνδρῶν καὶ γυναικῶν, ποτὲ μὲν νέας, ποτὲ δὲ πρεσβυτικάς, ποτὲ δὲ βασιλικάς, ποτὲ δὲ νυμφικάς, ποτὲ δὲ σκυθρωπάς, ποτὲ δὲ περιχαρεῖς δεικνύονται, οὕτω καὶ οἱ τῶν μαρτυρικῶν ἀγώνων τοὺς λόγους ἱστορήσαντες τὸ στερρὸν τῆς ψυχῆς, καὶ τῶν τρόπων τὸ ἀνδρεῖον, καὶ τὴν ἐν τοῖς δεινοῖς παράστασιν ἄφοβον καὶ εὔτολμον καὶ ἀκατάπληκτον, καὶ τὴν ἐκ θεοῦ συμμαχίαν πρὸς αὐτοὺς καταβαίνουσαν, ποτὲ μὲν τῷ πλήθει τῶν σημείων, ποτὲ δὲ τῷ πλούτῳ ἐν τοῖς λόγοις τῆς χάριτος ὁμολογουμένην, ταῖς ἀκοαῖς ἐμφανίζουσιν.