Γυνὴ δέ τις χήρα ὀνόματι Χρηστὴ ὠχλεῖτο ὑπὸ πνεύματος ἀγρίου, δεινῶς ἑαυτὴν κατακόπτουσα, οὖσα τῶν εὐγενῶν.
Ἐνεθυμεῖτο δὲ τῇ ἐπαύριον πορευθῆναι ἐν τῇ ἀνατολῇ· ἀκούσασα δὲ περὶ τῶν ἰαθέντων παρὰ τοῦ Ἰησοῦ, τῇ νυκτὶ ἐκείνῃ ἐβούλετο πορευθῆναι. Ἐφάνη δὲ αὐτῇ ὁ ἅγιος Λογγῖνος ἐκτὸς τῆς κεφαλῆς αὐτοῦ. 〈Καὶ〉 λεγούσῃ «Τίς ἥκει ὧδε;» εἶπεν αὐτῇ ὁ ἅγιος Λογγῖνος· «Θέλεις ἰαθῆναι;» Ἡ δὲ εἶπεν· «Ναί, κύριε, αὐτὸ εὔχομαι.» Εἶπεν δὲ πρὸς αὐτὴν ὁ ἅγιος· «Πορεύθητι εἰς Ἰερουσαλήμ, καὶ κατάμαθε τὴν οἰκίαν Λουκίου τοῦ ἐπάρχου, καὶ ζήτησον τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ διακόμισον αὐτὴν πρὸς τὸ σῶμά μου, καὶ σωθήσῃ· ἐγὼ γάρ εἰμι Λογγῖνος, ὁ νέμων τὰ πρόβατα παρὰ τὴν ὁδόν, καὶ οὐκ ἀναπέπαυμαι ἐν ᾗ ἐτάφην ταφῇ μέχρι τοῦ νῦν· ἀλλὰ τοῦτο ποίησον καὶ ἰαθήσῃ ἐπ᾽ ὀνόματι Ἰησοῦ Χριστοῦ. Οὐ μόνον δὲ σὺ ἰαθήσῃ, ἀλλὰ καὶ τὸν υἱόν σου στρατεύσω, ὅτι εἰμὶ ἐγὼ ἐκτὸς τῆς κεφαλῆς ὁ λαλῶν σοι.» Ἀκούσασα δὲ ταῦτα ἡ γυνή, διαναστᾶσα καὶ συνταξαμένη οἷς εἶχεν φίλοις, ἐπορεύετο ἐπὶ τὴν ὁδὸν καὶ ἐλθοῦσα ἐπὶ τὸ μνημεῖον ἔκραξεν φωνῇ μεγάλῃ, λέγουσα· «Κύριε, ὁ ἐν τῷ τόπῳ τούτῳ, καθὼς σὺ εἴρηκάς μοι ἐν τῇ ὁράσει, πορεύομαι καὶ βοήθησόν μοι.» Καὶ εὐθέως ἐσείσθη ὁ τόπος καὶ φωνὴ ἦλθεν πρὸς αὐτὴν λέγουσα· «Πορεύου, ὁ Χριστός ἐστιν ὁ βοηθῶν σοι.»