Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τοὺς ἁγίους ἀποστόλους Πέτρον καὶ Παῦλον.
Καλὸν μὲν τὸ ῥόδον, τῆς ἐαρινῆς ὥρας αὐτῷ προσφερούσης ὀσφραίνεσθαι, ἀλλ᾽ ἐὰν τῷ κρίνῳ συμπλακῇ εἰκότως εὐωδέστερον γίνεται· μύρον γὰρ μύρῳ κιρνᾶται καὶ διπλῆ τῆς ἐντεῦθεν εὐωδίας ἀπόλαυσις γίνεται. Λαμπρὸς καθ᾽ ἑαυτὸν ὁ Πέτρος καὶ τῶν λαμπρῶν ὑπέρλαμπρος, ὡς ἀποστολικῆς ξυνωρίδος κορυφεύς, ὡς μαθητείας ὀφθαλμός, ὡς ὑπόμνημα ζήλου καὶ τῆς πίστεως πρόσωπον, ὡς σάλπιγξ τοῦ μυστηρίου, ὡς γλῶσσα καὶ πολλὰς γλώσσας διδάξασα, ὡς ποιμὴν ἀνέγκλητος, ὡς κυβερνήτης ἄϋπνος, ὡς ἀπλανὴς ἡνίοχος, ὡς φαρμακοπώλης τὸ μένον σκευάσας τῆς μετανοίας κολλούριον, ὡς ἁλιεὺς θαλάττης ᾧ οἱ ἰχθύες εἰς τὸν οὐρανὸν ἁλιεύονται—οὗ ἡ σαγήνη λίνον ἔχει τὰ θαύματα, τὰ παθήματα δέλεαρ, ἄγκιστρον τὸν σταυρὸν καὶ κόλπον τὴν ἀνάστασιν—, ὡς ταμιείου κλειδοῦχος, ἐν ᾧ τοὺς θησαυροὺς ὁ Πατὴρ ἔχει, τοὺς νυμφῶνας ὁ Υἱός, τὴν τράπεζαν τὸ Πνεῦμα, τὰς χορείας οἱ ἄγγελοι.