Τοῦ μακαριωτάτου Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον πατέρα ἡμῶν Ἀντώνιον.
Δικαίων μνήμῃ καὶ ὁ κόσμος ἀγάλλεται, δικαίων μνήμῃ καὶ ὁ κόσμος φωτίζεται, δικαίων μνήμῃ καὶ ἡ ἀνθρωπότης σκιρτᾷ, δικαίων μνήμῃ καὶ πᾶς τις ἀκούων ἀγάλλεται. Νῦν Ἀντώνιος μνημονεύεται καὶ πάντες τῇ μνήμῃ φωτιζόμεθα, Ἀντώνιος ὁ τῶν οὐρανῶν πολίτης, ὁ πάσης ἀρετῆς καθηγητής, ὁ τοὺς ἀσάρκους ἐν σαρκὶ μιμησάμενος, ὁ τῶν ἐκκλησιῶν λύχνος, ὁ τῶν ἱερέων παιδοτρίβης, τὸ τῆς παρθενίας ἄνθος, τὸ τῆς ἁγνείας ἀπαύγασμα, τῶν ἐν «ὄρεσι καὶ σπηλαίοις» ὁ στέφανος, τὸ τῆς καρτερίας ὑπόδειγμα, ὁ τῆς ἐγκρατείας ἐργάτης, ὁ ἀήττητος πύκτης, τῶν προφητῶν ἡ στήλη, τῶν ἀποστόλων τὸ ἔσοπτρον, ὁ μετὰ θεοῦ καὶ ἀνθρώπων δυνατός, ὁ μηδὲν ἐπὶ γῆς ἔχων, ὅλος δὲ εἰς οὐρανὸν ὁρῶν, ἄνω τοὺς ὀφθαλμοὺς τείνων καὶ πρὸς ἐκεῖνο τὸ βραβεῖον τὸν δρόμον ἐπειγόμενος.