Ὅτε δὲ λέγει ἡ ἐπιγραφὴ ψαλμὸς τῷ Δαυείδ, καὶ ἔχει ὁ ψαλμὸς περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, οἴδαμεν ὅτι περ ἑρμηνεύεται τὸ τοῦ Δαυεὶδ ὄνομα ἱκανὸς χειρί· γέγραπται γὰρ περὶ αὐτοῦ Κύριος κραταιὸς καὶ δυνατός.
Ὅπου δὲ τῶν Κορέ ἐστιν ἡ ἐπιγραφή, καὶ αὕτη ἡ ἐπιγραφὴ διαφόρως δηλοῖ. ἦσαν μὲν γὰρ ἐκ τῶν υἱῶν Κορὲ ψαλτῳδοί, ὡς εὑρίσκομεν ἐν Παραλειπομέναις. γέγραπται γάρ· Καὶ ἀνέστησαν οἱ Λευῗται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐκ τῶν υἱῶν Κορὲ τοῦ αἰνεῖν Κυρίῳ τῷ θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος. ἦσαν οὖν οἱ ψαλτῳδοὶ αἰνοῦντες τὸν Κύριον ἐν λόγοις Δαυείδ, κατὰ τὸ εἰρημένον ἐν Παραλειπομέναις ὅτι Οἱ Λευῗται ἐν ὀργάνοις ᾠδῶν Κυρίου, ἃς ἐποιήσατο Δαυεὶδ ὁ βασιλεὺς τοῦ ἐξομολογεῖσθαι ἐναντίον Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυεὶδ διὰ χειρὸς αὐτῶν. ἦσαν οὖν οἱ Κορηνοὶ οἱ ψαλτῳδοὶ σὺν τοῖς Λευίταις. ἔνθα οὖν ἔχει τὴν ἐπιγραφὴν τῶν υἱῶν Κορέ, δηλοῖ ὁ ψαλμὸς ἢ περὶ τῶν καθαρῶν τὴν καρδίαν εἰρῆσθαι τὸν ψαλμόν, ἢ περὶ τῶν ἀβοηθήτων ἢ περὶ τῶν ἀντιλογικῶν. τὸ μὲν γὰρ ὄνομα τοῦ Κορὲ ἑρμηνεύεται φαλακρός, ὁ δὲ φαλακρὸς κατὰ τὸν νόμον καθαρός ἐστιν, καθὰ γέγραπται ἐν τῷ Λευϊτικῷ Ὡς ἂν δέ τινι μαδήσῃ ἡ κεφαλὴ αὐτοῦ, φαλακρός ἐστιν, καθαρός ἐστιν.