〈Τοῦ αὐτοῦ〉 ἐκ τοῦ αὐτοῦ λόγου. γʹ.
Κἀμοὶ γάρ, ἵνα τρανώσω παραδείγματι τὸ περὶ τοῦ σωτῆρος λεχθέν, ὁ φυσικός μου λόγος συγγενής ἐστι καὶ κατάλληλος ὄντι λογικῷ τε καὶ νοερῷ τὴν ψυχήν, ἧς κατὰ φύσιν ἐστὶν αὐτοκίνητος ἐνέργειά τε καὶ πρώτη δύναμις ἀεικίνητος ὁ λόγος φυσικῶς αὐτῆς πηγαζόμενος, ὃν ῥηματίσας τε καὶ γραμμαῖς εὖ χαράξας γλώσσῃ μὲν ὀργανικῶς, ὅτε δεῖ, προφέρω καὶ γράμμασι τεχνικῶς διὰ τῶν ἀνομοίων μὴ τραπέντα. οὐ γὰρ γλώσσης καὶ γραμμάτων ὁ φυσικός μου λόγος ἐστί, κἂν δι᾽ αὐτῶν αὐτοῦ ποιοῦμαι τὴν προφοράν, ἀλλ᾽ ἐμοῦ τοῦ κατὰ φύσιν λαλοῦντος καὶ δι᾽ ἀμφοῖν αὐτὸν ὡς ἐμὸν ἐκφωνοῦντος, τῆς μὲν νοερᾶς μου ψυχῆς φυσικῶς ἀεὶ πηγαζόμενον, διὰ δὲ τῆς σωματικῆς μου γλώσσης ὀργανικῶς, ὡς ἔφην, ὅτε χρή, προφερόμενον. ὥσπερ οὖν ἐφ᾽ ἡμῶν, ὅσον εἰκάσαι τὸ παντελῶς ἀνείκαστον, διὰ τῆς σωματικῆς ἡμῶν γλώσσης ἀτρέπτως ἡ κατὰ φύσιν τῆς ψυχῆς λογικὴ προσφέρεται δύναμις, οὕτω καὶ ἐπὶ τῆς ὑπερφυοῦς τοῦ θεοῦ σωματώσεως διὰ τῆς αὐτοῦ παναγίας σαρκός, ἐν οἷς ἂν θεϊκῶς ἐνήργησε, δίχα τροπῆς ἡ παντοκρατορικὴ καὶ τῶν ὅλων ποιητικὴ τῆς ὅλων θεότητος ἐνέργεια διεδείκνυτο, πάσης ἐκτὸς κατὰ φύσιν περιγραφῆς διαμένουσα, κἂν διὰ σαρκὸς διέλαμπε φύσει πεπερασμένης.