Πατὴρ μὲν γὰρ εἷς, πρόσωπα δὲ δύο, ὅτι καὶ ὁ Υἱός· τὸ δὲ τρίτον καὶ ἅγιον πνεῦμα.
Πατὴρ ἐντέλλεται, Λόγος ἀποτελεῖ, Υἱὸς δὲ δείκνυται δι᾽ οὗ Πατὴρ πιστεύεται. οἰκονομίᾳ συμφωνίας συνάγεται εἰς ἕνα Θεόν. εἷς γάρ ἐστιν ὁ Θεός. ὁ γὰρ κελεύων Πατήρ, ὁ δὲ ὑπακούων Υἱός, τὸ δὲ συνετίζον ἅγιον πνεῦμα. ὁ ὢν Πατὴρ ἐπὶ πάντων, ὁ δὲ Υἱὸς διὰ πάντων, τὸ δὲ ἅγιον πνεῦμα ἐν πᾶσιν. ἄλλως τε ἕνα Θεὸν νοῆσαι οὐ δυνάμεθα, ἐὰν μὴ ὄντως Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ πνεύματι πιστεύσωμεν. Ἰουδαῖοι μὲν γὰρ ἐδόξασαν Πατέρα, ἀλλ᾽ οὐκ ηὐχαρίστησαν· Υἱὸν γὰρ οὐκ ἐπέγνωσαν. μαθηταὶ ἐπέγνωσαν Υἱόν, ἀλλ᾽ οὐκ ἐν πνεύματι ἁγίῳ· διὸ καὶ ἠρνήσαντο. γινώσκων τοίνυν ὁ πατρῷος Λόγος τὴν οἰκονομίαν καὶ τὸ θέλημα τοῦ Πατρὸς ὅτι οὐκ ἄλλως βούλεται δοξάζεσθαι ὁ Πατὴρ ἢ οὕτως, ἀναστὰς παρέδωκεν τοῖς μαθηταῖς λέγων, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δεικνύων ὅτι πᾶς ὃς ἂν ἕν τι τούτων ἐλλίπῃ, τελείως Θεὸν οὐκ ἐδόξασεν. διὰ γὰρ τῆς τριάδος ταύτης Πατὴρ δοξάζεται. Πατὴρ γὰρ ἠθέλησεν, Υἱὸς ἐποίησεν, πνεῦμα ἐφανέρωσεν. πᾶσαι τοίνυν αἱ γραφαὶ περὶ τούτου κηρύσσουσιν. ἀλλ᾽ ἐρεῖ μοί τις, Ξένον μοι φέρεις Λόγον λέγων Υἱόν. Ἰωάννης μὲν γὰρ λέγει Λόγον, ἀλλ᾽ ἄλλως ἀλληγορεῖ. οὐκ ἄλλως ἀλληγορεῖ.