VISIONS DE JOSEPH
Παρέστω τοίνυν ἡμῖν αὐτὸς ὁ λόγος ἑρμηνεὺς τῶν ἑαυτοῦ μυστηρίων γινόμενος, ἵνα καὶ τὰ τοῦ Ἰωσὴφ ὁράματα τοῖς πιστεύουσιν φανερῶσαι δυνηθῇ. οὐδὲ γὰρ μάτην τοῦτον ὁραματιστὴν ἐκάλουν οἱ ἀδελφοί, εἰ μὴ δυνάμει προεώρων τὸν ἐν αὐτῷ πολιτευόμενον λόγον. «εἶπον γὰρ πρὸς ἑαυτοὺς λέγοντες. ἰδοὺ ὁ ὁραματιστὴς ἔρχεται· δεῦτε καὶ ἀποκτείνωμεν αὐτόν, καὶ ἴδωμεν τί ἔσται τὰ ὁράματα αὐτοῦ». τίνα δὲ ἦν τὰ τούτου ὁράματα, υἱοὶ Ἰακώβ, εἴπατε. ἐθεώρει, φησίν, δράγματα ἐν πεδίῳ δεσμούμενα καὶ τὸ ἑαυτοῦ δράγμα ὀρθούμενον, τὰ δὲ ἡμέτερα πεσόντα· ἐπιστραφέντα δὲ προσεκύνουν τὸ τοῦ Ἰωσὴφ δράγμα. τί ἐν τούτῳ ἠδίκησεν Ἰωσήφ, εἰ τὸ μέλλον ἔσεσθαι ἀπήγγειλεν ὑμῖν; τί παραζηλοῦτε καὶ μισεῖτε τὸν δίκαιον, εἰ θεὸς τούτῳ τὰ ἑαυτοῦ μυστήρια ἀπεκάλυψεν καὶ τὰ ἐπ᾽ ἐσχάτων γινόμενα δι᾽ ὁραμάτων ἐφανέρωσεν; τί ἐλυπήθητε ἰδόντες χιτῶνα ποικίλον ἐπ᾽ αὐτῷ, εἰ ὁ δίκαιος πατὴρ τοῦτον παρὰ πάντας ἀγαπήσας ἐτίμησεν καὶ ποιμένα ποιμένων εἰς ἐπίσκεψιν ὑμῖν ἀπέστειλεν καὶ μάρτυρα πιστὸν ἐν κόσμῳ προήγαγεν καὶ δράγμα γήρως ὡς ἀπαρχὴν ἅγιον πρωτότοκον ἐκ νεκρῶν ἀνέστησεν; τί ἀγανακτεῖτε, εἰ ἥλιος καὶ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν αὐτόν, οἱ πάλαι προτυπούμενοι; οὐδὲ Ἰακὼβ καὶ Ῥαχὴλ ἥλιος καὶ σελήνη ἐχρημάτιζεν, ἀλλ᾽ οὐδὲ γὰρ οὕτω γεγένηται.