Τίς οὐκ ἀγαπᾷ τὸν ταπεινόφρονα καὶ πρᾶον, ἀλλ’ ἢ οἱ ὑπερήφανοι καὶ κατάλαλοι, οἱ ὄντες ξένοι τῆς αὐτοῦ ἐργασίας;
Διηγήσατό μοι τίς ἐξ ὧν ἐδοκίμασεν, ὅτι ἐν αἷς ἡμέραις συναναστρέφομαι τισίν, ἐσθίω τρία παξαμάτια ἢ τέσσαρα τῆς ἡμέρας· ἐὰν δὲ παραβιάσω ἐμαυτὸν εἰς προσευχήν, παρρησίαν ὁ νοῦς μου οὐκ ἔχει πρὸς τὸν Θεόν, οὐδὲ δύναμαι πρὸς αὐτὸν ἀτενίσαι. Ὅταν δὲ ἐμαυτὸν χωρίσω ἐκ τούτων εἰς τὴν ἡσυχίαν, τῇ μὲν πρώτῃ ἡμέρᾳ παραβιάζω ἐμαυτὸν ἐσθίειν ἓν ἥμισυ, τῇ δὲ δευτέρᾳ, ἕν· ὅταν δὲ παγιωθῇ ὁ νοῦς μου εἰς τὴν ἡσυχίαν, ἀγωνίζομαι φαγεῖν ἓν ὁλόκληρον καὶ οὐ δύναμαι. Ὁ νοῦς μου ἀκαταπαύστως μετὰ παρρησίας διαλέγεται πρὸς τὸν Θεόν, ἐμοῦ μὴ ἀναγκάζοντος, καὶ ἡ ἔλλαμψις αὐτοῦ ἀδιαλείπτως με καταυγάζει, καὶ καθέλκει με ἰδεῖν καὶ εὐφρανθῆναι ἐν τῷ κάλλει τοῦ θείου φωτός. Ἐὰν δὲ συμβῇ ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐλθεῖν τινά, καὶ συνδιαλεχθῆναι μοι, κἂν μίαν ὥραν, ἀδύνατόν μοι τότε μὴ προσθῆναι εἰς τὴν βρῶσιν· λεῖψαι δὲ ἐκ τοῦ κανόνος, χαυνοῦσθαι τε τὸν νοῦν εἰς τὴν θεωρίαν τοῦ φωτὸς ἐκείνου.