Καὶ ἐννοίαις λαμπραῖς ἡ θεωρία αὕτη ἐνδεδυμένη ἐστί, καὶ ὁ ἔχων αὐτήν, τὸν κόσμον τοῦτον πάλιν οὐκ ἐξετάζει καὶ πρὸς τὸ σῶμα αὑτοῦ οὐκ ἐμμένει.
Ἀληθῶς ὄντως, ὦ ἀγαπητοί, εἰ ἀφῆκεν ὁ Θεὸς τὴν ἀληθῆ ταύτην θεωρίαν πρὸς τοὺς ἀνθρώπους ὀλίγον καιρόν, εἶχεν ἂν ὁ κόσμος οὗτος διαμεῖναι ἀδιάδοχος. Αὕτη ἡ θεωρία δεσμός ἐστιν, οὗτινος ἔμπροσθεν ἡ φύσις οὐ δύναται στῆναι, καὶ τῷ λαμβάνοντι ταύτην τὴν ἀδολεσχίαν ἐν τῇ ψυχῇ αὑτοῦ, χάρις ἐστὶν ἐκ τοῦ Θεοῦ ἰσχυροτέρα πασῶν ἐργασιῶν τῶν ἰδικῶν, ἥτις δίδοται τοῖς ἐν τῇ τάξει τῇ μέσῃ οὖσι, τοῖς ἐν εὐθύτητι καρδίας ἐπιθυμοῦσι τὴν μετάνοιαν. Καὶ δίδοται ἀκριβῶς οἷς γινώσκει ὁ Θεός, ὅτι πρέπει αὐτοὺς ἀναχωρῆσαι ἀληθῶς ἐκ τοῦ κόσμου τούτου πρὸς τὴν κρείττονα ζωήν, διὰ τὸ θέλημα αὐτῶν τὸ ἀγαθόν, ὅπερ εὗρεν ἐν αὐτοῖς, αὐξάνει δὲ καὶ διαμένει πρὸς αὐτοὺς ἐν τῇ οἰκήσει τῇ ἀναχωρητικῇ καὶ ἰδιαζούσῃ.