ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ
Τὴν ἄχρονον καὶ ἀΐδιον καὶ ἀμεσίτευτον, καὶ παντὸς νοῦ καὶ λόγου κρείττονα πρόοδον τοῦ Υἱοῦ ἀπὸ πατρὸς γέννησιν καλοῦσιν αἱ γραφαί, οὐχ ἵνα πάθος ὑπογράψωσιν, ἀλλ’ ἵνα τὸ ὁμοούσιον παραστήσωσιν. Ὁμοούσια γὰρ τῷ ὄντι τὰ τικτόμενα τοῖς τίκτουσιν. Ἵνα δὲ μὴ πάθους φαντασία ἐπικωμάσῃ Λόγον προσαγορεύουσιν, ἵνα δὲ μὴ νεώτερος ὑπονοηθείη, Ἐν ἀρχῇ ἦν, φασίν, ὁ Λόγος· εἶτα καὶ τὴν σχέσιν κηρύττουσι τὴν πρὸς τὸν Πατέρα· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, εἶτα καὶ τὴν ἀξίαν· Καὶ Θεὸς ἦν ὁ Λόγος, ἵν’ ἐκ μὲν τοῦ Υἱοῦ τὸ ὁμοούσιον, ἐκ δὲ τοῦ Λόγου τὸ ἀπαθές, ἐκ δὲ τοῦ ἐν ἀρχῇ εἶναι τὸ συναΐδιον, ἐκ δὲ τοῦ πρὸς τὸν Θεὸν εἶναι τὴν πρὸς τὸν Πατέρα οἰκειότητα, διὰ δὲ τοῦ Θεὸν εἶναι τὴν ἀξίαν αὐτοῦ καταμαθόντες, καὶ ἐξ ἑκάστου ὀνόματος τὸ ἐφορμοῦν ἀπρεπὲς ἀποπεμψάμενοι (οἷον ἀπὸ μὲν τοῦ Υἱοῦ τὸ νεώτερον, ἀπὸ δὲ τοῦ Λόγου τὸ ἀνυπόστατον), Θεὸν ἀΐδιον, ὁμοούσιον, ἀπαθῶς καὶ ἀχρόνως ἐκ τοῦ Πατρὸς προελθόντα εἰδείημέν τε καὶ προσκυνήσαιμεν.