Προηγήσατό ποτε καὶ Μαρία τοῦ λαοῦ, τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπιφερομένη, καὶ ᾖσεν ᾠδήν· ἀλλ᾽ ἐκείνη μὲν Αἰγυπτίων καταποντισθέντων, σὺ δὲ δαιμόνων ἀποπνιγομένων· ἐκείνη τοῦ Φαραὼ καταποντισθέντος, σὺ δὲ τοῦ διαβόλου κατενεχθέντος· ἐκείνη κύμβαλα ἔχουσα, σὺ δὲ διάνοιαν καὶ ψυχὴν ὑπὲρ σάλπιγγα ἠχοῦσαν· ἐκείνη Ἰουδαίων ἐλευθερωθέντων, σὺ δὲ τῆς Ἐκκλησίας στεφανουμένης· ἐκείνη δῆμον ἕνα ἐξάγουσα ὁμόγλωττον, σὺ δὲ μυρίους δήμους ἑτερογλώσσους. Καὶ γὰρ μυρίους ἡμῖν ἐξήγαγες χοροὺς, τοὺς μὲν τῇ Ῥωμαίων, τοὺς δὲ τῇ Σύρων, τοὺς δὲ τῇ βαρβάρων, τοὺς δὲ τῇ Ἑλλάδι φωνῇ τὰ τοῦ Δαυῒδ ἀνακρουομένους ᾄσματα· καὶ διάφορα ἔθνη καὶ διαφόρους χοροὺς ἦν ἰδεῖν μίαν κιθάραν ἅπαντας ἔχοντας, τὴν τοῦ Δαυῒδ, καὶ ταῖς εὐχαῖς σε στεφανοῦντας. Ἐπεζήτει τῆς ἑορτῆς ταύτης ἡ εὐφροσύνη καὶ τὸν θεοφιλέστατον βασιλέα τὸν μετὰ σοῦ τὸ ἄροτρον τῆς εὐσεβείας ἕλκοντα· ἀλλὰ καὶ τοῦτο τῆς σῆς ἐγένετο συνέσεως, τὸ κατασχεῖν αὐτὸν σήμερον οἴκοι, καὶ εἰς τὴν αὔριον ὑποσχέσθαι τὴν παρουσίαν. Ἵνα γὰρ μὴ τῶν ἱππέων τὸ πλῆθος μηδὲ τῶν ὡπλισμένων στρατιωτῶν ὁ θόρυβος λυμήνηται παρθένοις, γεγηρακυίαις, πρεσβύταις ἀνδράσι, καὶ διαταράξῃ τὴν ἑορτὴν, ἄξια τῆς ἑαυτῆς συνέσεως ποιοῦσα διενείματο τὴν πανήγυριν.