Τουτέστιν ὁ σοφίας ἀρξάμενος· ὥστε τοῦτο, ὃ νομίζεις φρονήσεως εἶναι τὸ μηδενὸς ἀκούειν, μωρίας ἐστίν· ὃ δὲ νομίζεις μωρίαν εἶναι, τοῦτο σοφίας, τὸ δεῖσθαι ἑτέρου. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν ἑαυτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος. [Cod. f. 58 a.] Τουτέστιν ὁ μικρόψυχος καὶ κοῦφος, ἀκαρτέρητός ἐστιν, οὐ φέρει τὸν θυμὸν, φανεροῖ τὴν ὀργὴν αὑτοῦ εὐθέως ἐκ μικροψυχίας· ὁ δὲ φρόνιμος κἂν ὀργίλος ᾖ, συγκαλύπτει ἐν ἑαυτῷ τὴν ὀργήν· ἡ γὰρ ἀτιμία τὴν ὀργὴν δηλοῖ· Γλῶσσαν ἔχει ἄδικον. [Cod. f. 58 b.] Ὁρᾷς καὶ ἐκεῖ γλῶσσαν καὶ ἐνταῦθα· ἀλλ᾽ οὐκ ἴσα τὰ ἀπ᾽ αὐτῆς· ἀλλ᾽ ἐκεῖ μὲν φάρμακα, ἐνταῦθα δὲ τραύματα· τί τούτου γένοιτ᾽ ἂν ἐναντιώτερον; Ὁρᾷς μὴ ἐν φύσει τὸ κακὸν, ὁπόταν ἡ χρῆσις ἐφ᾽ ἑκάτερα φανερὰ ᾖ; Οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον. [Cod. f. 59 a.] Ὥσπερ δὲ οὐκ ἀρέσκει τῷ δικαίῳ οὐδὲν ἄδικον, οὕτως οὐδὲ τῷ ἀδίκῳ τὸ δίκαιον· οὐκ ἄρα παρὰ τὴν φύσιν τῶν πραγμάτων μόνον, ἀλλὰ καὶ παρὰ τὴν κρίσιν τῶν δικαιουμένων τὰ κακά· μή μοι λέγε, ὅτι ὁ δεῖνα ἐσκανδαλίσθη, ὁ δεῖνα ἀπιστεῖ· παρὰ γὰρ αὐτῶν ταῦτα πάντα, οὐ παρὰ τῶν πραγμάτων· ὥσπερ γὰρ, κἂν φανῇ ὁ ἥλιος, καὶ οὕτως οὐδὲν πλέον τῷ νοσοῦντι τὰς ὄψεις, οὕτως κἂν φανερὰ ἀλήθεια ᾖ, κέρδος οὐδὲν τῷ τὴν ψυχὴν διεστραμμένῳ.