Καὶ ὅρα τὸ θαυμαστόν. Λῃστεύσασα τὸ κέρδος, ὡς χαρισαμένη θαυμάζεται. Ἔλεγε γὰρ ἐν ἑαυτῇ. Ὁ Θεὸς, φησὶ, Δεσπότης ἐστὶν οὐδὲν ἀγνοῶν· Δεσπότης, σωματικῶν ὀφθαλμῶν οὐ δεόμενος, ἰατρός ἐστι ψυχὰς ἰώμενος, ὀφθαλμός ἐστι λογισμοὺς ἐμβατεύων· ὁρᾷ καὶ κρυπτομένην ἐμὲ, ἀκούει καὶ μὴ λαλούσης ἐμοῦ, ἅπτεται, κἂν ἀφέστηκα· οἶδεν, ὅτι πάντως ὡς ἀναξία τὴν θέαν οὐκ ἤνεγκα. Τί οὖν; Λανθάνουσαν ποιήσομαι πρόσοδον, καὶ τῇ γνώμῃ τιμῶσα, καὶ οὐ καθυβρίζουσα τῇ ὄψει, κατόπιν ἅψομαι τοῦ χιτῶνος ἐλθοῦσα· ἀρκεῖ μοι καὶ τοῦτο μόνον, ἂν ἐπιτύχω, πρὸς ἴασιν· πάντως γάρ που καὶ αὐτὸς τῆς τοῦ φοροῦντος ἐνεργείας πεπλήρωται. Οὐ δύναται γὰρ τὸ τῆς ζωῆς περιβόλαιον μὴ καὶ αὐτὸ σωτηρίας ἀποπέμπειν ἀκτῖνας. Μέγας ἦν ἐν προφήταις Μωϋσῆς, καὶ λαοῦ δυσκόλου σωφρονιστὴς, ἀλλ᾽ ὅμως ἄνθρωπος· οὗτος δεσπότης ἐκείνου, καὶ φιλάνθρωπος. Εἰ οὖν τοῦ δούλου ἡ ῥάβδος τὴν Ἐρυθρὰν διέτεμε θάλασσαν, τειχοποιίαν ἐργασαμένη ἐν τοῖς ὕδασι, πῶς οὐκ ἂν τοῦ Δεσπότου τὸ κράσπεδον πετρώσῃ τῶν αἱμάτων τὰ ῥεύματα;