Διὰ τοῦτο· πρὸ μὲν τῆς ἁμαρτίας ἔλεγεν ὁ Θεὸς, Αὐξάνεσθε, καὶ πληθύνεσθε, ὅπερ εὐλογίας ἦν· τὸ δὲ, Ἐν λύπαις τέξῃ τέκνα, μετὰ τὴν ἁμαρτίαν, ὅπερ τιμωρίας ἦν. Οὐ δάκρυα δὲ ἐν τῇ γεννήσει μόνον, ἀλλὰ καὶ σπάργανα καὶ δεσμά· δάκρυα ἐν τῇ γεννήσει, δάκρυα ἐν θανάτῳ· σπάργανα ἐν γεννήσει, σπάργανα ἐν θανάτῳ· ἵνα μάθῃς ὅτι πρὸς θάνατον ἡ ζωὴ αὕτη τελευτᾷ, καὶ πρὸς ἐκεῖνο καταστρέφει τὸ τέλος. Ἀλλ᾽ οὐχ ἡ γέννησις αὕτη. Οὐδαμοῦ δάκρυα καὶ σπάργανα, ἀλλὰ λελυμένος ὁ γεννηθεὶς, καὶ πρὸς ἀγῶνας παρεσκευασμένος· διὰ τοῦτο ἄφετοι οἱ πόδες καὶ αἱ χεῖρες, ἵνα τρέχῃ καὶ πυκτεύῃ· οὐδαμοῦ θρῆνος, οὐδαμοῦ δάκρυα ἐνταῦθα, ἀλλ᾽ ἀσπασμοὶ, καὶ φιλίαι, καὶ περιπλοκαὶ τῶν ἀδελφῶν τὸ οἰκεῖον μέλος ἐπιγινωσκόντων, καὶ ὥσπερ ἐκ μακρᾶς ἀπολαβόντων ἀποδημίας. Ἐπειδὴ γὰρ πρὸ τοῦ φωτίσματος ἐχθρὸς ἦν, μετὰ δὲ τὸ φώτισμα γέγονε φίλος τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου, διὰ τοῦτο πάντες συνηδόμεθα· διὰ τοῦτο καὶ τὸ φίλημα εἰρήνη καλεῖται, ἵνα μάθωμεν ὅτι πόλεμον κατέλυσεν ὁ Θεὸς, καὶ πρὸς τὴν οἰκείωσιν ἐπανήγαγε τὴν ἑαυτοῦ.