Ἀλλὰ γὰρ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν. Πάντες γὰρ, φησὶ, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ λόγον δώσομεν τῷ Θεῷ. Τί οὖν ποιήσομεν οἱ ἐν ἁμαρτίαις προδιδόντες ἑαυτοὺς ἑκόντες; τίνα ἕξομεν τὴν παραψυχήν; τίνα παραμυθίαν; πῶς ἐξιλεωσόμεθα τὸν φοβερὸν δικαστήν; πόσης αἰσχύνης πληρωθῶμεν, ὁρῶντες πρὸ ὀφθαλμῶν τὰς ἀσεβείας ἡμῶν; Ὅμως ἐὰν θελήσωμεν νῦν διεγερθῆναι πρὸς τὰ Θεῷ ἀρεστὰ, δυνησόμεθα καὶ πάντα τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ τὰ φοβερὰ ἐκεῖνα κριτήρια διαφυγεῖν. Τοῦτο δὲ ἔσται, ἐὰν μνημονεύσωμεν διηνεκῶς τῆς ἐντεῦθεν ἀποδημίας τοῦ σώματος ἡμῶν· Μιμνήσκου γὰρ, φησὶν, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις· ἔπειτα ἀναλογιζώμεθα τὸ φοβερὸν βῆμα τοῦ Χριστοῦ, ἐν ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν διανοίᾳ· ἔπειτα τὸν ποταμὸν τοῦ πυρὸς, τὸν δεσμὸν τὸν ἄλυτον, τὸ σκότος τὸ ἀφεγγὲς, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν σκώληκα τὸν ἰοβόλον, τὴν ἡμέραν ἐκείνην, τὴν ὀδυνηρὰν μὲν τοῖς ἁμαρτωλοῖς, φαιδρὰν δὲ καὶ ἡδεῖαν τοῖς ἔργα δικαιοσύνης ἐπιτελέσασιν.