Διὰ τοῦτο ὁ μὲν ἐκολάσθη ἐνταῦθα, ὁ δὲ οὐκ ἐκολάσθη τὰ αὐτὰ ἁμαρτάνων, ἢ καὶ χαλεπώτερα πολλῷ. Εἰ γὰρ οὐκ ἔστι γέεννα, οὐδὲν ὑπὲρ τούτων ἀπολογήσασθαι δυνήσεται τοῖς ἐγκαλοῦσι. Διὸ παρακαλῶ πάντας ὑμᾶς παυσαμένους τοῦ γέλωτος τούτου τοῦ σατανικοῦ, ἐπιστομίζειν τοὺς ὑπὲρ τούτων ὑμῖν ἀντιλέγοντας. Καὶ γὰρ καὶ τῶν σμικροτάτων ἐν τοῖς ἁμαρτήμασι καὶ ἐν τοῖς κατορθώμασιν ἀκριβὴς ἔσται ἡ ἐξέτασις. Καὶ γὰρ καὶ ὀφθαλμῶν ἀκολάστων δώσομεν δίκην, καὶ ῥήματος ἀργοῦ, καὶ γέλωτος ἀτάκτου, καὶ λοιδορίας ἁπλῶς, καὶ ἐνθυμήσεως κακῆς, καὶ μέθης εὐθύνας ὑφέξομεν· ὡς πάλιν ἐν τοῖς ἀγαθοῖς καὶ ποτηρίου ψυχροῦ ληψόμεθα μισθὸν, καὶ λόγου ἀγαθοῦ, καὶ στεναγμοῦ μόνου. Δὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ πρόσωπον τῶν στεναζόντων καὶ κατοδυνωμένων. Πῶς οὖν τολμᾷς εἰπεῖν, ὅτι μετὰ τοσαύτης ἀκριβείας ἐξετάζων τὰ ἡμέτερα ὁ Θεὸς ἁπλῶς καὶ εἰκῆ τὴν γέενναν ἠπείλησε; Μὴ, παρακαλῶ, μὴ, δέομαι ὑμῶν, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσιν ἑαυτοὺς ἀπολέσητε καὶ τοὺς πειθομένους ὑμῖν. Εἰ γὰρ τοῖς ἡμετέροις λόγοις ἀπιστεῖτε, ἐξετάσατε Ἰουδαίους, Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκριθήσονται, ὅτι κρίσις ἔσται καὶ ἀνταπόδοσις.