Ταῦτα οἱ υἱοὶ Ἰσραὴλ ἐμελέτησαν· οὕτως ὁ ἐκλεκτὸς λαὸς τοῦ Κυρίου ἐφρυάξατο, κατὰ τὸν θεοπάτορα Δαυῒδ λέγοντα· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; καὶ τὰ ἑξῆς. Ὁρᾶτε, πιστοὶ, τῆς νηστείας τὴν χάριν; βλέπετε αὐτῆς τὰ βραβεῖα ἃ προξενεῖ τοῖς ἀτρέπτῳ γνώμῃ αὐτὴν κεκτημένοις; κατανοεῖτε τοὺς περιφρονοῦντας αὐτῆς τὴν νομοθεσίαν, οἷα σκληρὰ καὶ τραχεῖα δείκνυται; Ῥομφαία ἐστὶ λυομένη, ἐν προθύροις τῆς τοῦ Θεοῦ βασιλείας ἱσταμένη, καὶ ἐκθαμβοῦσα τοὺς μὴ μετὰ ἐπιεικείας καὶ πραότητος αὐτὴν εἰσδεχομένους· πάλιν δὲ νῶτα δίδωσι προσηνῶς πᾶσι τοῖς μετὰ καθαροῦ συνειδότος αὐτὴν προσλαμβάνουσι, καὶ πρὸς ἄληκτον βίον, καὶ χαρὰν ἄμοχθον, καὶ τρυφὴν ἀνώδυνον χειραγωγοῦσα, καὶ μυρίων ἀγαθῶν ἀντίδοσιν χορηγοῦσα. Καὶ εἰ θέλεις, ἐκ τῶν πολλῶν ὀλίγα συλλέξαντες εἴπωμεν, τίς νηστείαν κτησάμενος, μεριμνῶν βιωτικῶν ἐσχόλασέ ποτε, τίς αὐτὴν ἀγκαλισάμενος οὐκ ὀρθῶς τὰς ὁδοὺς Κυρίου διώδευσε, τίς ταύτην φυλάξας, οὐ πράως τὸν πλοῦν τὸν γήϊνον ἐπέρασε, τίς αὐτὴν ἐσχηκὼς, ὀρφανὸν ἢ χήραν ἠδίκησε, τίς αὐτὴν μαθητεύσας, τὰς ἡδονὰς τοῦ ἀέρος οὐχ ὑπῆλθε γαληνῶς, τίς ταύτην ἀσπασάμενος οὐκ ὀπτασιῶν καὶ θεωριῶν Κυρίου κατηξιώθη, τίς αὐτῇ γλυκανθεὶς διέλιπε μελετῶν ἡμέρας καὶ νυκτὸς ἐν τῷ νόμῳ Κυρίου. Ὁρᾶτε αὐτῆς τὴν παῤῥησίαν; ὁρᾶτε καὶ τὴν τιμὴν ἣν περιβέβληται;