القارئ

اختر مؤلفًا أو مؤلَّفًا أو سفرًا من الكتاب المقدس، وادرس المصدر اليوناني الأصلي مع الترجمة والملاحظات والإشارات المرجعية.

اعثر مباشرة على مؤلف أو مؤلَّف أو سفر من الكتاب المقدس.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και το μυστήριο της Γέννησης

Εισαγωγή στον εορταστικό λόγο για την άχραντη Γέννηση του Σωτήρος εκ της Παρθένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

[Τοῦ αὐτοῦ] λόγος εἰς τὸ γενέθλιον τοῦ σωτῆρος. Χρησάμενος παρὰ τοῦ μακαριωτάτου Δαυὶδ τὸν λόγον ἁρμόττοντα τῇ μακαριωτάτῃ ὑμῶν πανηγύρει ἀποκρίνομαι μεγαλοφρονέστερον πρὸς ὑμᾶς· «Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον.» Ὁ γὰρ πάσης πνοῆς κύριος καὶ πάντων ὑποστατεύς, ὁ τὴν ἐκ πατρὸς γέννησιν ἄχραντον, ἄμεμπτον, ἀδιήγητον ἔχων, Μαρίαν ἑαυτῷ παστωσάμενος, ταύτην μητέρα καὶ παρθένον, καὶ ἔγκυον ἄγαμον καὶ ἔννυμφον ἄνανδρον, καὶ τὰς ὕλας παρ’ αὐτῆς δεξάμενος, εἰς ἄνθρωπον ἑαυτὸν ἀσυνουσιάστως, ἀτρέπτως ἁρμολογήσας, σήμερον εἰς κόσμον ὑπὲρ κόσμου ὡς εἷς τῶν ἐν κόσμῳ προῆλθεν, οὔτε τὴν κατὰ τὴν θεότητα αὐξήσας τῇ τῆς σαρκὸς προσαφῇ, καὶ τὴν παρθένον μετὰ τὰς ὠδῖνας πάλιν παρθένον ἐάσας.