Φεῖσαι θρεμμάτων διὰ λιμὸν μυκωμένων· φεῖσαι παίδων ἀναμαρτήτων ὑπὸ κλαυθμοῦ πνιγομένων. Φεῖσαι νηπίων ἀώρων ὑπὸ νηστείας ἐκλελυμένων. Μὴ συνδιαφθείρῃς τοὺς ἀναιτίους τοῖς αἰτίοις. Οἰκτείρησον μητέρας γάλα διὰ τὴν σὴν ὀργὴν τοῖς φιλτάτοις οὐ παρεχούσας· ἠρνήσαντο γονεῖς ἐκείνους ἐλέων, ἵνα τὸ σὸν ἔλεος ἐπισπάσωνται. Πάντες ἄνθρωποι τοῖς αὐτοῖς, οἷς καὶ ἡμεῖς, ἀνέχονται πονηρεύμασιν· ἂν ἡμᾶς μετανοοῦντας μὴ δέξῃ, τοῦ κόσμου παντὸς τὰς ἐλπίδας ἐξέκοψας, Τοιούτοις παρὰ τὰς ἀρχὰς, ὡς εἰκὸς, Νινευῖται λόγοις ἐχρῶντο· ἦν δὲ καὶ τὰ ἔργα τοῖς λόγοις ἐφάμιλλα, νηστεία, σάκκος, ἐκτεινὴς προσευχὴ, δάκρυα, πονηρίας φυγή. Ἀνεβόησαν γὰρ, φησὶ, πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. Ἅπτονται τῆς φιλοσοφίας ἀπὸ τῶν ἄκρων αὐτῶν τῆς φιλοσοφίας, καὶ τὴν κορωνίδα τῆς ἀρετῆς κρηπῖδα ποιοῦνται τῆς ἀρετῆς· πᾶν γὰρ ὅ τι κάλλιστον ἔργον, καὶ Θεῷ προσφιλέστατον, τοῦτο ἕκαστος ἐπιτηδεύετο. Ἴδον πόλεμον οὐράνιον κατ᾽ αὐτῶν ἐγειρόμενον, καὶ ὠχύρωσαν ἔργοις ἀγαθοῖς ἑαυτοὺς, ὥσπερ τεῖχος [τείχει]. Ἐνεδύσαντο θαυμαστήν τινα πανοπλίαν τοὺς σάκκους. Ἀντέταξαν κάτωθεν εὐχὰς, καὶ δεήσεις τοῖς ἄνωθεν κεραυνοῖς φερομένοις. Τῷ πατάγῳ τῶν βροντῶν τὸν ἦχον τῆς ὑμνῳδίας ἀντέστησαν.